82
τὸν βωμὸν τὸν χρυσοῦν καὶ τὴν λυχνίαν καὶ τὴν τράπεζαν καὶ τὰ ἄλλα σκεύη ἐκεῖ καταθέσθαι, καθὼς προστάξαι αὐτῷ τὸν προφήτην. 9.34.16 προσαγαγεῖν δὲ τῷ θεῷ θυσίαν μυρίαν, πρόβατα δισχίλια, μόσχους τρισχιλίους πεντακοσίους. τὸ δὲ σύμπαν χρυσίον τὸ εἰς τοὺς δύο στύλους καὶ τὸν ναὸν καταχρησθὲν εἶναι τάλαντα μυριάδων υξʹ· εἰς δὲ τοὺς ἥλους καὶ τὴν ἄλλην κατασκευὴν ἀργυρίου τάλαντα χίλια διακόσια τριάκοντα δύο· χαλκοῦ δὲ εἰς τοὺς κίονας καὶ τὸν λουτῆρα καὶ τὴν στοὰν τάλαντα μύρια ὀκτακισχίλια πεντή9.34.17 κοντα. ἀποπέμψαι δὲ τὸν Σολομῶνα καὶ τοὺς Αἰγυπτίους καὶ τοὺς Φοίνικας, ἑκάστους εἰς τὴν ἑαυτῶν, ἑκάστῳ χρυσοῦ σίκλους δόντα δέκα· τὸ δὲ τάλαντον εἶναι σίκλον. καὶ τῷ μὲν Αἰγύπτου βασιλεῖ Οὐαφρῇ ἐλαίου μετρητὰς μυρίους, φοινικοβαλάνων ἀρτάβας χιλίας, μέλιτος δὲ ἀγγεῖνα ἑκατὸν καὶ ἀρώ9.34.18 ματα πέμψαι· τῷ δὲ Σούρωνι εἰς Τύρον πέμψαι τὸν χρυσοῦν κίονα, τὸν ἐν Τύρῳ ἀνακείμενον ἐν τῷ ἱερῷ τοῦ ∆ιός.»
9.34.19 λʹ. ΘΕΟΦΙΛΟΥ ΠΕΡΙ ΣΟΛΟΜΩΝΟΣ
«Θεόφιλος δέ φησι τὸν περισσεύσαντα χρυσὸν τὸν Σολομῶνα τῷ Τυρίων βασιλεῖ πέμψαι· τὸν δὲ εἰκόνα τῆς θυγατρὸς ζῷον ὁλοσώματον κατασκευάσαι, καὶ ἔλυτρον τῷ ἀνδριάντι τὸν χρυσοῦν κίονα περιθεῖναι.»
9.34.20 λζʹ. ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ΣΟΛΟΜΩΝΟΣ
«Ποιῆσαι δέ φησιν ὁ Εὐπόλεμος τὸν Σολομῶνα καὶ ἀσπίδας χρυσᾶς χιλίας, ὧν ἑκάστην πεντακοσίων εἶναι χρυσῶν. βιῶσαι δὲ αὐτὸν ἔτη πεντήκοντα δύο, ὧν ἐν εἰρήνῃ βασιλεῦσαι ἔτη μʹ.»
9.35.1 ληʹ. ΤΙΜΟΧΑΡΟΥΣ ΠΕΡΙ ΤΗΣ ΙΕΡΟΥΣΑΛΗΜ «Τιμοχάρης δέ φησιν ἐν τοῖς Περὶ Ἀντιόχου τὰ Ἱεροσόλυμα τὴν μὲν περίμετρον ἔχειν σταδίους μʹ· εἶναι δ' αὐτὴν δυσάλωτον, πάντοθεν ἀπορρῶξι περικλειομένην φάραγξιν. ὅλην δὲ τὴν πόλιν ὕδασι καταρρεῖσθαι, ὥστε καὶ τοὺς κήπους ἐκ τῶν ἀπορρεόντων ὑδάτων ἐκ τῆς πόλεως ἄρδεσθαι. τὴν δὲ μεταξὺ ἀπὸ τῆς πόλεως ἄχρι τεσσαράκοντα σταδίων ἄνυδρον εἶναι, ἀπὸ δὲ τῶν μʹ σταδίων πάλιν κάθυδρον ὑπάρχειν.»
λθʹ. ΤΟΥ ΤΗΣ ΣΥΡΙΑΣ ΣΧΟΙΝΟΜΕΤΡΟΥ ΠΕΡΙ ΤΗΣ ΙΕΡΟΥΣΑΛΗΜ «Ὁ δὲ τῆς Συρίας σχοινομέτρης σχοινομέτρησιν γράψας ἐν τῇ πρώτῃ φησὶ κεῖσθαι Ἱεροσόλυμα ἐπὶ μετεώρου τε καὶ τραχέος τόπου· ᾠκοδομῆσθαι δέ τινα μὲν μέρη τοῦ τείχους ἀπὸ λίθου ξεστοῦ, τὰ δὲ πλείονα ἀπὸ χάλικος· καὶ ἔχειν τὴν περίμετρον τὴν πόλιν σταδίων κζʹ, ὑπάρχειν δὲ καὶ πηγὴν ἐν τῷ χωρίῳ ὕδωρ δαψιλὲς ἀναβλύζουσαν.»
μʹ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΩΝ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ Υ∆ΑΤΩΝ «Φησὶ δὲ ὁ Φίλων ἐν τοῖς Περὶ Ἱεροσολύμων κρήνην εἶναι, ταύτην δὲ ἐν μὲν τῷ