παρ' ἐμοί.(A f. 159) Καὶ Νινευΐτας δὲ εἰς κατάκρισιν αὐτῶν ἔσεσθαί φησιν ἐν τῷ τῆς κρίσεως καιρῷ. Ἄν 72.709 δρες γὰρ ἦσαν ὠμοί τε καὶ βάρβαροι, Θεὸν οὐκ εἰ δότες τὸν φύσει καὶ ἀληθῶς, τῶν διὰ Μωϋσέως τε θεσπισμένων ἀνήκοοι παντελῶς, προφητικῆς εὐστο μίας ἀνεπιστήμονες. Ἀλλὰ καὶ οὕτω γνώμης ἔχον τες, μετενόησαν, φησὶν, εἰς τὸ κήρυγμα Ἰωνᾶ· μα κρῷ τοιγαροῦν ἀμείνους τῶν ἐξ Ἰσραὴλ, καὶ κατα κρινοῦσιν αὐτούς. Ἀλλ' ἄκουε καὶ τῶν ῥημάτων· "Ἄνδρες Νινευῒ ἀναστήσονται ἐν τῇ κρίσει κατὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετ ενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλέον Ἰωνᾶ ὧδε." 9Οὐδεὶς δὲ λύχνον ἅψας, εἰς κρυπτὴν τίθησι, κ.τ.λ. (A f. 161, B f. 116 b) Καὶ ποία τις ἦν τῶν τοιού των λόγων ἡ χρεία; Ἀντιθέσει μάχεται τοῖς Ἰουδαίοις ἐξευρημένῃ διὰ τῆς ἐνούσης αὐτοῖς σκαιότη τός τε καὶ ἀμαθίας. Ἔφασκον γὰρ θαυματουργεῖν αὐτὸν, οὐχ ἵνα πιστεύηται μᾶλλον, ἀλλ' ἵνα πολλοὺς ἔχῃ τοὺς ἑπομένους αὐτῷ, καὶ τοὺς παρὰ τῶν ὁρών των τὰς θεοσημείας ἁρπάζῃ κρότους. Ἀποκρούεται τοίνυν τὴν ἐπὶ τούτῳ συκοφαντίαν, καὶ δέχεται πρὸς παράδειγμα τὴν τοῦ λύχνου χρείαν· κεῖται γὰρ ὁ λύ χνος ὑψοῦ καὶ ἐπὶ λυχνίαν ἀεὶ, ἵν' εἴη τοῖς ὁρῶσι χρήσιμος. Καὶ τί τὸ ἐντεῦθεν, περινοήσωμεν. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατ εσκότισε τὴν ὑπ' οὐρανὸν ὁ τοῦ σκότους πατὴρ, τουτ έστιν ὁ Σατανᾶς, ἀχλύϊ τε νοητῇ τὰ πάντα κατεμε λαίνετο. Ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις, λύχνον ὥσπερ τινὰ τῇ ὑπ' οὐρανὸν δέδωκεν ὁ Πατὴρ τὸν Υἱὸν, ἵνα τὸ θεῖον ἡμῖν ἐναστράψῃ φῶς, καὶ ἀχλύος ἡμᾶς ἐξ έληται διαβολικῆς. Ἀλλ', ὦ Ἰουδαῖε, εἰ μὲν αἰτιᾷ τὸν λύχνον ὅτι μὴ κρύπτεται μᾶλλον, ἀλλ' ὑψοῦ καὶ ἐπὶ λυχνίᾳ κείμενος ἐνίησι τοῖς ὁρῶσι τὸ φῶς, ἐγκάλει Χριστῷ μὴ λαθεῖν ἐθέλοντι μᾶλλον, ἀλλ' ὁρᾶσθαι παρὰ πάντων, καὶ φωτίζοντι τοὺς ἐσκοτισμένους, καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐνιέντι φῶς. Οὐκοῦν οὐχ ἵνα θαυμάζηται μᾶλλον ἐπλήρου τὰς θεοση μείας, καὶ δι' αὐτῶν ἠξίου γνωρίζεσθαι, ἀλλ' ἵνα πιστεύηται μᾶλλον ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄν θρωπος δι' ἡμᾶς, καὶ οὐκ ἀπέστη τοῦ εἶναι ὁ ἦν. Ὡς ἐπὶ λυχνίας δὲ τῆς ἁγίας Ἐκκλησίας τῷ κηρύγματι λάμπων, καταφωτίζει τὰς πάντων διανοίας, θείας πληρῶν ἐπιγνώσεως. 9Ἠρώτα αὐτὸν Φαρισαῖός τις ὅπως ἀριστήσῃ παρ' αὐτῷ.9 (A f. 162) Ἀληθεύει λέγων ὁ σοφώτατος Παῦλος, ὅτι Χριστὸς εἰσῆλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας, καθεὶς ἑαυτὸν εἰς κένωσιν, ἐπὶ γῆς ὤφθη μετὰ σαρκὸς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Τοῦτο γεγονὸς ἔστιν ἰδεῖν καὶ διά γε τῶν προκειμένων ῥητῶν. Πῶς γὰρ οὐχ ἅπασιν ἐναργὲς, ὅτι πονηρὸν καὶ βέβηλον ἀεὶ τὸ τῶν Φαρισαίων γέγονεν ἐργαστήριον, βάσκανον καὶ ἀλα ζονείᾳ σύντροφον, καὶ καταθρασυνόμενον τοῦ πάν των ἡμῶν Σωτῆρος Χριστοῦ; Πῶς οὖν ἄρα κατέλυσε παρ' αὐτοῖς; Ἆρα ἠγνόησε τὴν ἐνοῦσαν αὐτοῖς σκαιότητα; Καὶ πῶς τοῦτο λέγειν ἀσφαλές; Πάντα 72.712 γὰρ οἶδεν ὡς Θεός. Τί οὖν ἐστιν; Αὐτοὺς μάλιστα νουθετεῖν ἠπείγετο, τοὺς ἀρίστους τῶν ἰατρῶν ἀπο μιμούμενος, οἳ τοῖς ἀῤῥωστοῦσι φορτικώτερον τὰς ἐκ τῶν οἰκείων ἐπιτηδευμάτων προσάγουσιν ἐπικου ρίας. Ὡς γὰρ αὐτός πού φησιν, "Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες." Οὐκ οῦν ὁ μὲν Φαρισαῖος, τό γε ἧκον εἰς τὸν ἐνόντα αὐ τῷ σκοπὸν, ἐπὶ ἑστίαν καλεῖ· ὁ δέ γε τῶν ὅλων Σω τὴρ καθίησι μὲν ἑαυτὸν εἰς τοῦτο, καθάπερ ἔφην, οἰκονομικῶς· μυσταγωγίας δὲ πρόφασιν ἐποιεῖτο τὸ χρῆμα. Ἐδίδου δὲ τῷ λόγῳ τὰς ἀφορμὰς ὁ δυσμαθὴς Φαρισαῖος. Ἐθαύμασε γὰρ, φησὶν, ὡς οὐκ ἐβαπτίσθη πρὸ ἀρίστου. Ἐσκανδαλίσθη, φησὶν, ὅτι δικαίου καὶ προφήτου δόξαν ἔχων παρ' αὐτοῖς, ταῖς ἀλογωτάταις αὐτῶν οὐ συνεπλάττετο συνηθείαις. Ἐβαπτίζοντο γὰρ πρὸ τροφῆς, οἷον ῥύπου παντὸς ἑαυτοὺς ἀπαλλάτ τοντες· ἀσυνέτως δὲ σφόδρα καὶ τοῦτο. Ἡ μὲν γὰρ διὰ τῶν ὑδάτων ἀπόνιψις χρειωδεστάτη λίαν ἐστὶ τοῖς ῥυπῶσι σωματικῶς· ἀκαθαρσίας