83
χειμῶνι ξηραίνεσθαι, ἐν δὲ τῷ θέρει πληροῦσθαι. λέγει δὲ ἐν τῇ πρώτῃ οὕτως· «Νηχόμενος δ' ἐφύπερθε τὸ θαμβηέστατον ἄλλο δέρκηθρον· συναοιδὰ μεγιστούχοιο λοετροῖς ῥεύματος ἐμπίπλησι βαθὺν ῥόον ἐξανιείσης,» 9.37.2 καὶ τὰ ἑξῆς. οἷς πάλιν ὑποβὰς περὶ τῆς πληρώσεως ἐπιλέγει· «Ῥεῦμα γὰρ ὑψιφάεννον, ἐν ὑετίοις νιφετοῖσιν ἱέμενον, πολυγηθές, ὑπαὶ πύργοις συνόροισιν στρωφᾶται, καὶ ξηρὰ πέδῳ κεκονιμένα κρήνης τηλεφαῆ δείκνυσιν ὑπέρτατα θάμβεα λαῶν,» 9.37.3 καὶ τὰ τούτοις ἀκόλουθα. εἶτα πάλιν περὶ τῆς τοῦ ἀρχιερέως κρήνης καὶ τῆς ἀποχετεύσεως διέξεισιν οὕτως· «Αἰπὺ δ' ἄρ' ἐκπτύουσι διὰ χθονὸς ὑδροχόοισι σωλῆνες,» καὶ ὅσα ἄλλα τούτοις ἕπεται.» Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Πολυΐστορος. 9.38.1 Περὶ δὲ τῶν ἐν τῇ Ἱερουσαλὴμ ὑδάτων καὶ ὁ Ἀριστέας ἐν τῷ γραφέντι αὐτῷ βιβλίῳ Περὶ τῆς ἑρμηνείας τοῦ τῶν Ἰουδαίων νόμου ταῦτα ἱστορεῖ·
9.38.2 μαʹ. ΑΡΙΣΤΕΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΙΕΡΟΥΣΑΛΗΜ Υ∆ΑΤΩΝ «Ὁ δὲ οἶκος ἀποβλέπει πρὸς ἠῶ, τὰ δ' ὀπίσθια αὐτοῦ πρὸς ἑσπέραν. τὸ δὲ πᾶν ἔδαφος λιθόστρωτον καθέστηκε καὶ κλίματα πρὸς τοὺς καθήκοντας τόπους ἔχει τῆς τῶν ὑδάτων ἐπιρροῆς ἕνεκεν, ἣ γίνεται διὰ τὴν σμῆξιν τῶν ἀπὸ τῶν θυσιῶν αἱμάτων· πολλαὶ γὰρ μυριάδες κτηνῶν προσάγονται κατὰ τὰς 9.38.3 τῶν ἑορτῶν ἡμέρας. ὕδατος δὲ ἀνέκλειπτός ἐστι σύστασις, ὡς ἂν καὶ πηγῆς ἔσωθεν πολυρρύτου φυσικῶς ἐπιρρεούσης, ἔτι δὲ θαυμασίων καὶ ἀδιηγήτων ὑποδοχείων ὑπαρχόντων ὑπὸ γῆν, καθὼς ἐπέφαινον, πέντε σταδίων κυκλόθεν τῆς κατὰ τὸ ἱερὸν καταβολῆς, καὶ ἐκ τούτων σύριγγας ἀναρίθμους, καθ' ἕκαστον μέρος ἑαυτὰς συναπτόντων τῶν ῥευμάτων· καὶ ταῦτα πάντα μεμολιβῶσθαι κατ' ἐδάφους καὶ τῶν τοίχων, ἐπὶ δὲ τούτων κεχύσθαι πολὺ πλῆθος κονιάσεως, ἐνεργῶς γεγενημένων ἁπάντων.» 9.39.1 Ἐπὶ τούτοις καὶ τῆς Ἱερεμίου προφητείας τοῦ Πολυΐστορος μνήμην πεποιημένου, ἡμᾶς ἀποσιωπῆσαι ταύτην πάντων ἂν εἴη παραλογώτατον. κείσθω τοίνυν καὶ αὕτη·
9.39.2 μβʹ. ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ΙΕΡΕΜΙΟΥ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΟΜΟΙΩΣ «Εἶτα Ἰωναχείμ· ἐπὶ τούτου προφητεῦσαι Ἱερεμίαν τὸν προφήτην. τοῦτον ὑπὸ τοῦ θεοῦ ἀποσταλέντα καταλαβεῖν τοὺς Ἰουδαίους θυσιάζοντας εἰδώλῳ 9.39.3 χρυσῷ, ᾧ εἶναι ὄνομα Βάαλ. τοῦτον δὲ αὐτοῖς τὴν μέλλουσαν ἀτυχίαν δηλῶσαι. τὸν δὲ Ἰωναχεὶμ ζῶντα αὐτὸν ἐπιβαλέσθαι κατακαῦσαι· τὸν δὲ φάναι τοῖς ξύλοις τούτοις Βαβυλωνίοις ὀψοποιήσειν καὶ σκάψειν τὰς τοῦ Τίγριδος 9.39.4 καὶ Εὐφράτου διώρυχας αἰχμαλωτισθέντας. τὸν δὲ τῶν Βαβυλωνίων βασιλέα ἀκούσαντα Ναβουχοδονόσορ τὰ ὑπὸ τοῦ Ἱερεμίου προμαντευθέντα 9.39.5 παρακαλέσαι Ἀστιβάρην τὸν Μήδων βασιλέα συστρατεύειν αὐτῷ. παραλαβόντα δὲ Βαβυλωνίους καὶ Μήδους καὶ συναγαγόντα πεζῶν μὲν ὀκτωκαίδεκα, ἱππέων δὲ μυριάδας δώδεκα καὶ πεζῶν ἅρματα μυρία, πρῶτον μὲν τὴν Σαμαρεῖτιν καταστρέψασθαι καὶ Γαλιλαίαν καὶ Σκυθόπολιν καὶ τοὺς ἐν τῇ Γαλααδίτιδι οἰκοῦντας Ἰουδαίους· αὖθις δὲ τὰ Ἱεροσόλυμα παραλαβεῖν καὶτὸν Ἰουδαίων βασιλέα Ἰωναχεὶμ ζωγρῆσαι· τὸν δὲ χρυσὸν τὸν ἐν τῷ ἱερῷ καὶ ἄργυρον καὶ χαλκὸν ἐκλέξαντα εἰς Βαβυλῶνα ἀποστεῖλαι, χωρὶς τῆς κιβωτοῦ καὶ τῶν ἐν αὐτῇ πλακῶν· ταύτην δὲ τὸν Ἱερεμίαν κατασχεῖν.» 9.40.1 Τούτοις ἐπισυνάψαι ἀναγκαῖον καὶ τὰ περὶ τῆς Ἰουδαίων αἰχμαλωσίας τῆς ὑπὸ Ναβουχοδονόσορ γεγενημένης·