γε μὴν τῆς εἰς νοῦν καὶ καρδίαν, πῶς ἂν ἀπαλλάξειέ τινας; Πλὴν ἐκεῖνό φαμεν· ἈσύνετE. f. αρισαῖε, μέγα πεφρόνηκας ἐπὶ τῇ τῶν ἱερῶν εἰδήσει Γραμμάτων, τὸν Μωϋσέως νόμον γινώσκεις. Εἰπὲ τοιγαροῦν, ποῦ σοι τοῦτο προσ τέταχε Μωϋσῆς; ποίαν ἔχεις εἰπεῖν ἐντολὴν ὁρι σθεῖσαν παρὰ Θεοῦ, τὴν ἐπί γε τῷ δεῖν βαπτίζεσθαι πρὸ τροφῆς; ∆έδοται μὲν γὰρ διὰ τῆς Μωϋσέως ἐν τολῆς εἰς ἀποκάθαρσιν ῥύπου σωματικοῦ, τὸ ὕδωρ τοῦ ἁγνισμοῦ, τύπον ἐπέχον τοῦ ἀληθῶς ἁγίου καὶ διασμηκτικοῦ βαπτίσματος, φημὶ δὴ τοῦ ἐν Χριστῷ. Ἀπελούοντο δὲ ὕδατι καὶ οἱ καλούμενοι πρὸς ἱερουρ γίαν. Καὶ γοῦν ὁ θεσπέσιος Μωϋσῆς ἔλουσεν ὕδατι τὸν Ἀαρὼν, καὶ σὺν αὐτῷ τοὺς Λευΐτας· καταδη λοῦντος τοῦ νόμου διὰ τοῦ τυπικοῦ καὶ ὡς ἐν σκιαῖς βαπτίσματος, ὅτι καὶ ἡ κατ' αὐτῶν ἱερουργία τὸ τέ λειον εἰς ἁγιασμὸν οὐκ ἔχει, δεῖται δὲ μᾶλλον τοῦ θείου τε καὶ ἱεροῦ βαπτίσματος, εἰς ἀποκάθαρσιν ἀληθῆ· καὶ καθ' ἕτερον δὲ τρόπον ἡμῖν ὑποφαίνον τος, ὅτι τὸ ἱερὸν καὶ ἀπόλεκτον παρὰ Θεῷ γένος, τουτέστιν ἡμᾶς, τελειοῖ πρὸς ἁγιασμὸν, καὶ εἰς ἀπό θεσιν ῥύπου παντὸς ὁ τῶν ὅλων Σωτὴρ, διὰ τοῦ ἁγίου καὶ σεπτοῦ βαπτίσματος. Ὁρᾶταί γε μὴν οὐ δαμοῦ προστεταχὼς βαπτίζεσθαι πρὸ τροφῆς· τί οὗν τεθαύμακας, ἢ διὰ ποίαν αἰτίαν ἐσκανδαλίσθης, ὦ Φαρισαῖε; Τί οὖν ὁ Σωτήρ; Εὐάφορμον ποιεῖται τὴν ἐπίπληξιν. Ἄκουε γάρ· 9Νῦν ὑμεῖς, οἱ Φαρισαῖοι, τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, κ.τ.λ.9 (A f. 162 b, E f.132 b) Ἐνῆν [αλ.9 ἐξῆν] μὲν καὶ ἑτέροις λόγοις χρήσασθαι τὸν Κύριον, νουθετεῖν ἐθέ λοντα τὸν ἀσύνετον Φαρισαῖον· ἐπιδράττεται δὲ τοῦ καιροῦ, καὶ οἷον ἐκ τῶν ὄντων ἐν χερσὶν ἐξυφαίνει τὴν μυσταγωγίαν. Ὡς γὰρ, ἐν καιρῷ τροφῆς καὶ τραπέζης, ἐναργὲς ὑπόδειγμα δέχεται τὸ ποτήριον καὶ τὸν πίνακα· καὶ διαδείκνυσιν, ὡς καθαροὺς καὶ ἐκνενιμμένους εἶναι χρὴ τοὺς εἰλικρινῶς λατρεύοντας τῷ Θεῷ, καὶ οὐ δή που μόνης ἐξ ἀκαθαρσίας σωματι κῆς, ἀλλὰ γὰρ καὶ εἰς νοῦν ἔσω κεκρυμμένης, καθά περ ἀμέλει καὶ τὰ ταῖς τραπέζαις ὑπηρετοῦντα τῶν 72.713 σκευῶν, καὶ τῶν ἔξωθεν ἐλευθεροῦσθαι ῥύπων, εὖ ἂν ἔχοι, καὶ προσέτι τουτῳ τῶν ἔσω. Ὁ γὰρ ποιήσας, φησὶ, τὸ ἔξωθεν, καὶ τὸ ἔσωθεν ἐποίησεν· τουτέστιν, ὁ τὸ σῶμα κτίσας, καὶ ψυχὴν εἰργάσατο. Χρὴ τοι γαροῦν ἑνὸς ὄντα ποιήματα τοῦ φιλαρέτου Θεοῦ, σύνδρομον ἔχειν τὴν ἀποκάθαρσιν. Ἀλλ' ἦν ἄηθες τοῦτο τοῖς Γραμματεῦσί τε καὶ Φαρισαίοις· μέχρι γὰρ μόνου τοῦ δοκεῖν εἶναι καθαροὺς αὐτοὺς, πάντα δρᾷν ἐσπούδαζον· τάφοις κεκονιαμένοις προσεοικό τες, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, ἔξωθεν μὲν ὡραῖοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν, καὶ πά σης ἀκαθαρσίας. Ἀλλ' οὐ τοιούτους ἡμᾶς εἶναι βούλεται Χριστὸς, ἁγίους δὲ καὶ ἀμώμους ψυχῇ τε καὶ σώματι. Καὶ γοῦν ἔφη τις τῶν παρ' ἡμῖν· "Καθα ρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι." Καὶ μὴν καὶ Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ· "Λούσασθε, φησὶ, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου." Ἐπιτήρησον δὲ τοῦ λόγου τὸ ἀκρι βές· πονηροὶ γὰρ ὄντες ἔσθ' ὅτε λάθοιεν ἄν τινες τοὺς ἀνθρώπων ὀφθαλμοὺς, τοὺς δέ γε θείους οὐκ ἔνεστι λαθεῖν. Ποῖον οὖν φάρμακον αὐτοῖς μετὰ τοὺς ἐλέγχους δέδωκεν ὁ Σωτήρ; 9Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.9 (A f. 162 b) Καίτοι πλείστας εἶναί φαμεν τῆς εὐ δοκιμήσεως τὰς ὁδοὺς, οἷον πραότητα, ταπεινοφρο σύνην, καὶ τὰ τούτοις ἀδελφά· ἀνθότου δὴ οὖν, τῶν τοιούτων ἀφέμενος, φιλοικτείρμονας αὐτοὺς γενέσθαι κελεύει; Φιλάργυροι λίαν ἦσαν οἱ Φαρισαῖοι, καὶ χρημάτων πορισμοὺς ἀκορέστῳ χειρὶ συλλέγοντες. Καὶ γοῦν ἔφη που περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός· "Πῶς ἐγένετο πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; Ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί· τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπη λοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ