84
μγʹ. ΒΗΡΩΣΣΟΥ ΠΕΡΙ ΤΗΣ ΙΟΥ∆ΑΙΩΝ ΑΙΧΜΑΛΩΣΙΑΣ ΤΗΣ ΥΠΟ ΝΑΒΟΥΧΟ∆ΟΝΟΣΟΡ ΓΕΝΟΜΕΝΗΣ· ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΗΣ ΙΩΣΗΠΟΥ
ΑΡΧΑΙΟΛΟΓΙΑΣ «Συμμίξας δὲ Ναβουχοδονόσορος τῷ ἀποστάτῃ καὶ παραταξάμενος αὐτοῦ τε ἐκυρίευσε καὶ τὴν χώραν ἐξ αὐτῆς ὑπὸ τὴν αὐτῶν βασιλείαν ἐποιήσατο. 9.40.2 τῷ τε πατρὶ αὐτοῦ συνέβη Ναβοπαλλασάρῳ, κατὰ τοῦτον τὸν καιρὸν ἀρρωστήσαντι, ἐν τῇ Βαβυλωνίων πόλει μεταλλάξαι τὸν βίον, ἔτη βεβασιλευκότι καʹ· αἰσθόμενος δὲ μετ' οὐ πολὺν χρόνον τὴν τοῦ πατρὸς τελευτὴν Ναβουχοδονόσορος, καταστήσας τὰ κατὰ τὴν Αἴγυπτον πράγματα καὶ τὴν λοιπὴν χώραν καὶ τοὺς αἰχμαλώτους Ἰουδαίων τε καὶ Φοινίκων καὶ Σύρων τῶν κατὰ τὴν Αἴγυπτον ἐθνῶν συντάξας τισὶ τῶν φίλων, εἰς τὴν Βαβυλωνίαν παρεγένετο.» 9.40.3 Καὶ μεθ' ἕτερά φησι· «Ναβουχοδονόσορος μὲν οὖν μετὰ τὸ ἄρξασθαι τοῦ προειρημένου τείχους ἐμπεσὼν εἰς ἀρρωστίαν μετήλλαξε τὸν βίον, βεβασιλευκὼς ἔτη μγʹ, τῆς δὲ 9.40.4 βασιλείας κύριος ἐγένετο ὁ υἱὸς αὐτοῦ Εὐιλμαλούρουχος. οὗτος προστὰς τῶν πραγμάτων ἀνόμως καὶ ἀσελγῶς, ἐπιβουλευθεὶς ὑπὸ τοῦ τὴν ἀδελφὴν 9.40.5 ἔχοντος αὐτοῦ Νηριγλισάρου ἀνῃρέθη, βασιλεύσας ἔτη βʹ. μετὰ δὲ τὸ 9.40.5 ἀναιρεθῆναι τοῦτον διαδεξάμενος τὴν ἀρχὴν ὁ ἐπιβουλεύσας αὐτῷ Νηριγλίσαρος ἐβασίλευσεν ἔτη δʹ. τούτου υἱὸς Λαβαεσσοάραχος ἐκυρίευσε μὲν τῆς βασι λείας, παῖς ὤν, μῆνας ἐννέα· ἐπιβουλευθεὶς δὲ διὰ τὸ πολλὰ ἐμφαίνειν κακοήθη 9.40.6 ὑπὸ τῶν φίλων ἀπετυμπανίσθη. ἀπολομένου δὲ τούτου συνελθόντες οἱ ἐπιβουλεύσαντες αὐτῷ κοινῇ τὴν βασιλείαν περιέθηκαν Ναβοννήδῳ τινὶ τῶν 9.40.7 ἐκ Βαβυλῶνος ὄντι ἐκ τῆς αὐτῆς ἐπισυστάσεως. ἐπὶ τούτου τὰ περὶ ποταμὸν τείχη τῆς Βαβυλωνίων πόλεως ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεκοσμήθη. οὔσης δὲ τῆς βασιλείας αὐτοῦ ἐν τῷ ἑπτακαιδεκάτῳ ἔτει προσεληλυθὼς Κῦρος ἐκ τῆς Περσίδος μετὰ δυνάμεως πολλῆς, καταστρεψάμενος τὴν 9.40.8 λοιπὴν βασιλείαν ἅπασαν ὥρμησεν ἐπὶ τῆς Βαβυλωνίας. αἰσθόμενος δὲ Ναβόννηδος τὴν ἔφοδον αὐτοῦ, ἀπαντήσας μετὰ τῆς δυνάμεως καὶ παραταξάμενος ἡσσηθεὶς τῇ μάχη καὶ φυγὼν ὀλιγοστὸς συνεκλείσθη εἰς τὴν Βορσιππηνῶν 9.40.9 πόλιν. Κῦρος δὲ Βαβυλῶνα καταλαβόμενος καὶ συντάξας τὰ ἔξω τῆς πόλεως τείχη κατασκάψαι, διὰ τὸ λίαν αὐτῷ πραγματικὴν καὶ δυσάλωτον φανῆναι 9.40.10 τὴν πόλιν, ἀνέζευξεν ἐπὶ Βόρσιππον, ἐκπολιορκήσων τὸν Ναβόννηδον. τοῦ δὲ Ναβοννήδου οὐχ ὑπομείναντος τὴν πολιορκίαν, ἀλλ' ἐγχειρίσαντος αὑτὸν πρότερον, χρησάμενος Κῦρος φιλανθρώπως καὶ δοὺς οἰκητήριον αὐτῷ Καρμανίαν ἐξέπεμψεν ἐκ τῆς Βαβυλωνίας. Ναβόννηδος μὲν οὖν τὸν λοιπὸν τοῦ χρόνου διαγενόμενος ἐν ἐκείνῃ τῇ χώρᾳ κατέστρεψε τὸν βίον. 9.40.11 Ταῦτα σύμφωνον ἔχει ταῖς ἡμετέραις βίβλοις τὴν ἀλήθειαν. γέγραπται γὰρ ἐν αὐταῖς ὅτι Ναβουχοδονόσορος ὀκτωκαιδεκάτῳ τῆς αὐτοῦ βασιλείας ἔτει τὸν παρ' ἡμῖν ναὸν ἠρήμωσε, καὶ ἦν ἀφανὴς ἐπὶ ἔτη πεντήκοντα. δευτέρῳ δὲ τῆς Κύρου βασιλείας ἔτει τῶν θεμελίων ὑποβληθέντων, δεκάτῳ πάλιν τῆς ∆αρείου βασιλείας ἐτελέσθη.» Ταῦτα ὁ Ἰώσηπος. 9.41.1 Εὗρον δὲ καὶ ἐν τῇ Ἀβυδηνοῦ περὶ Ἀσσυρίων γραφῇ περὶ τοῦ Ναβουχοδονόσορ ταῦτα·
μδʹ. ΑΒΥ∆ΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΝΑΒΟΥΧΟ∆ΟΝΟΣΟΡ «Μεγασθένης δέ φησι Ναβουκοδρόσορον Ἡρακλέος ἀλκιμώτερον γεγονότα ἐπί τε Λιβύην καὶ Ἰβηρίην στρατεῦσαι· ταύτας δὲ χειρωσάμενον ἀπό9.41.2 δασμον αὐτέων εἰς τὰ δεξιὰ τοῦ Πόντου κατοικίσαι. μετὰ δὲ λέγεται πρὸς Χαλδαίων ὡς ἀναβὰς ἐπὶ τὰ