προσέχοντες." Κεχώρηκε τοίνυν οἰκονομικῶς κατὰ τοῦ κρατοῦντος αὐτῶν ἀῤῥωστή ματος. 9Ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, κ.τ.λ.9 (A f. 163, E f.133) Ἃ γὰρ ἔδει μάλιστα κατορ θοῦν, ταῦτα παρέντες ὡς ἕωλα, τουτέστι τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ, μόνας ἐκείνας ἀκριβῶς ἐτήρουν τὰς ἐντολὰς, ἤγουν τηρεῖσθαι προσέταττον παρὰ τῶν ὑπὸ χεῖρα λαῶν, αἳ πλείστων αὐτοῖς λημ μάτων ὁδὸς ἦσαν καὶ ἀφορμή· ὥστε μηδὲ τὰ τῶν λαχάνων λεπτὰ καὶ οὐδενὸς ἄξια λόγου παρατρέχειν 72.716 αὐτούς· ἔργον δὲ ἀγάπης τῆς εἰς Θεὸν, τὸ κατὰ μη δένα τρόπον προσκρούειν αὐτῷ, δεδιέναι δὲ τοῦ παντὸς νόμου τὴν παράβασιν, κρίσεως δὲ ἡ δικαιο κρισία, καὶ τὸ φροντίδος ἴσως ἀξιοῦν τὰ τεθεσπισμέ να, καὶ μὴ καταῤῥᾳθυμεῖν μὲν τῶν ἀναγκαίων, μόνοις δὲ τοῖς ἐπικερδέσιν ἀκριβῶς ἐνορᾷν, ἀλλ' ἀπροσκλινῆ ποιεῖσθαι τὴν ψῆφον, τὴν ἐφ' ἑκάστῳ πράγματι· τὸ γὰρ ἄδικα κρίνειν, οὐκ ἀγάπην τὴν εἰς τοὺς ἀδελφοὺς τηρούντων ἐστί. Τὰ τοίνυν ἀναγκαῖα καὶ συνεκτικὰ μὴ τηροῦντες τοῦ νόμου, τὰς δεκάτας λαμβάνειν ἐσπούδαζον καὶ τῶν εὐτελε στάτων. 9Ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συν αγωγαῖς, κ.τ.λ.9 (A f. 163) ∆ι' ὧν ἐκείνοις ἐπιτιμᾷ, διὰ τούτων αὐτῶν ἡμᾶς ἀμείνους ἀποτελεῖ· ἀφιλοδόξους γὰρ ἡμᾶς εἶναι βούλεται, καὶ μὴ τὸ δοκεῖν πρὸ τοῦ ἀληθῶς εἶναι μεταδιώκειν· ὅπερ ἐποίουν οἱ Φαρι σαῖοι· ἀσπασμὸς γὰρ ὁ παρά τινων, καὶ τὸ προ εδρεῦσαι φιλεῖν, οὐ πάντως ἡμᾶς εὐδοκίμους ὄντας ἀποφαίνει· ὑπάρχει γὰρ τοῦτο πολλοῖς καὶ οὐκ ἀγα θοῖς οὖσι. ∆ιαδείκνυσι δὲ τοῦτο λέγων εὐθὺς ὁ Σωτήρ· "Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν."(A f. 163 b, E f.133) Τὸ γὰρ ἀσπασμοὺς ζητεῖν παρὰ πάντων τῶν ἐν ἀγορᾷ, καὶ τὸ προεδρεύειν συλλόγοις περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες, μνημάτων ἀδήλων οὐδὲν διαφέρουσιν, ἃ διαπρέπει μὲν τοῖς ἔξωθεν κόσμοις, μεστὰ δέ εἰσι πάσης ἀκαθαρσίας. Ἐνταῦθά μοι βλέπε διαβεβλημένην ἐσχάτως τὴν ὑπόκρισιν, καὶ πρὸς ἀρέσκειαν ἀνθρώπων ἅπαντα διαπράττε σθαι. ∆ιὰ τοῦτό φησιν ὁ μακάριος Παῦλος· "Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. 9∆ιδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.9 (A f. 163 b, B f. 119, ξφ. 133) ∆υσφόρητον μὲν ἀεί πώς ἐστι παντὶ ἀνθρώπῳ, τὸ ἐλέγχεσθαι· πλὴν οὐκ ἀνόνητον τοῖς ἐπιεικέσι· μεθίστησι γὰρ αὐτοὺς ἐπὶ τὸ ἄμεινον. Ἄθρει τοῦτο πεπονθότας τοὺς παρά γε τοῖς Ἰουδαίοις ὠνομασμένους νομικούς. Ὁ μὲν γὰρ Σωτὴρ τῶν ὅλων, ἐπετίμα τοῖς Φαρισαίοις ὡς ἔξω τρέχουσι τῆς εὐθείας ὁδοῦ· πρὸς τοῦτο δὲ τὸ τῶν ἀνοσίων νομικῶν ἐχαλέπαινε στίφος· ἑαυτοὺς γὰρ ὑποφέρουσι τοῖς ἐγκλήμασι, καὶ καθ' ἑαυτῶν εἰρῆ σθαι νομίζουσιν, ἃ πρὸς ἐκείνους ἔφη Χριστός· ἀλλ' ἦν δή που κρεῖττον ἀγαπῆσαι μὲν τὸν ἔλεγχον, αἰ τῆσαι δὲ τῶν ἀῤῥωστημάτων τὴν λύσιν, καὶ μὴ ὕβριν ἀμαθῶς τὸν ἔλεγχον ὀνομάζειν, ἐπωφελῆ ὄντα [καὶ] χρήσιμον. Τί οὖν πρὸς ταῦτα Χριστός; Ἐπιτείνει τὸν ἔλεγχον, καὶ τὴν εἰκαίαν αὐτῶν ὀφρὺν καταφέρει, λέγων· 9Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία, κ.τ.λ.9 (A f. 163 b, B f. 119) Ὡς ἐκ παραδείγματος ἐν αργοῦς, τὸν πρὸς αὐτοὺς ἐξυφαίνει λόγον· φορτικὸς μὲν γὰρ ὁμολογουμένως ὁ νόμος ἦν τοῖς ἐξ Ἰσραήλ· 72.717 ὡμολόγουν δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ, λέ γοντες ἐν ταῖς Πράξεσι· "Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθη τῶν, ὃν οὔτε οἱ πατέρες ὑμῶν ἴσχυσαν βαστάσαι;" Καὶ αὐτὸς δὲ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ Χριστὸς, προσ φωνῶν καὶ λέγων· "∆εῦτε πρός με, πάντες οἱ κο πιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν." Κοπιῶντας δὲ καὶ πεφορτισμένους, τοὺς ὑπὸ νόμον εἶναί φησι, ἑαυτὸν δὲ πρᾶον ὠνόμαζεν, ὡς οὐκ ἔχοντος τοῦτο τοῦ νόμου. Ὡς γὰρ Παῦλός