85
βασιλήϊα κατασχεθείη θεῷ ὅτεῳ δή, φθεγξάμενος δὲ εἶπεν· «Οὗτος ἐγὼ Ναβουκοδρόσορος, ὦ Βαβυλώνιοι, τὴν μέλλουσαν ὑμῖν προαγγέλλω συμφορήν, τὴν οὔτε Βῆλος ἐμὸς πρόγονος οὔτε βασίλεια 9.41.3 Βηλτὶς ἀποτρέψαι Μοίρας πεῖσαι σθένουσιν. ἥξει Πέρσης ἡμίονος, τοῖσιν ὑμετέροισι δαίμοσι χρεώμενος συμμάχοισιν· ἐπάξει δὲ δουλοσύνην. οὗ δὴ ἂν αἴτιος ἔσται Μήδης, τὸ Ἀσσύριον αὔχημα. ὡς εἴθε μιν, πρόσθεν ἢ προδοῦναι τοὺς πολιήτας, Χάρυβδίν τινα ἢ θάλασσαν εἰσδεξαμένην ἀϊστῶσαι πρόρριζον· ἤ μιν ἄλλας ὁδοὺς στραφέντα φέρεσθαι διὰ τῆς ἐρήμου, ἵνα οὔτε ἄστεα οὔτε πάτος ἀνθρώπων, θῆρες δὲ νομὸν ἔχουσι καὶ ὄρνιθες πλάζονται, ἔν τε πέτρῃσι καὶ χαράδρῃσι μοῦνον ἀλώμενον· ἐμέ τε πρὶν εἰς νόον βαλέσθαι ταῦτα, τέλεος 9.41.4 ἀμείνονος κυρῆσαι.» ὁ μὲν θεσπίσας παραχρῆμα ἠφάνιστο· ὁ δέ οἱ παῖς Ἀμιλμαρούδοκος ἐβασίλευε. τὸν δ' ὁ κηδεστὴς ἀποκτείνας Ἰγλισάρης λείπει παῖδα Λαβασσοάρασκον. τούτου δὲ ἀποθανόντος βιαίῳ μόρῳ Ναβαννήδοχον ἀποδείκνυσι βασιλέα, προσήκοντά οἱ οὐδέν. τὸν δὲ Κῦρος ἑλὼν Βαβυλῶνα Καρμανίης ἡγεμονίῃ δωρέεται.» 9.41.5 Καὶ περὶ τοῦ κτίσαι δὲ τὸν Ναβουχοδονόσορ τὴν Βαβυλῶνα ὁ αὐτὸς ταῦτα γράφει·
μεʹ. ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΒΑΒΥΛΩΝΟΣ ΚΤΙΣΕΩΣ «Λέγεται δὲ πάντα μὲν ἐξ ἀρχῆς ὕδωρ εἶναι, θάλασσαν καλεομένην. Βῆλον δέ σφεα παῦσαι, χώρην ἑκάστῳ ἀπονείμαντα, καὶ Βαβυλῶνα τείχει 9.41.6 περιβαλεῖν, τῷ χρόνῳ δὲ τῷ ἱκνευμένῳ ἀφανισθῆναι. τειχίσαι δὲ αὖθις Ναβουχοδονόσορον τὸ μέχρι τῆς Μακεδονίων ἀρχῆς διαμεῖναν, ἐὸν χαλκόπυλον.» Καὶ μεθ' ἕτερα ἐπιλέγει· 9.41.7 «Ναβουχοδονόσορος δὲ διαδεξάμενος τὴν ἀρχὴν Βαβυλῶνα μὲν ἐτείχισε τριπλῷ περιβόλῳ ἐν πεντεκαίδεκα ἡμέρῃσι τόν τε Ἀρμακάλην ποταμὸν ἐξήγαγεν, ἐόντα κέρας Εὐφρήτεω, τόν τε Ἀκράκανον. ὑπὲρ δὲ τῆς Σιππαρηνῶν πόλιος λάκκον ὀρυξάμενος, περίμετρον μὲν τεσσαράκοντα παρασαγγέων, βάθος δ' ὀργυιέων εἴκοσι, πύλας ἐπέστησε, τὰς ἀνοίγοντες ἄρδεσκον τὸ πεδίον· κα 9.41.8 λέουσι δ' αὐτὰς ὀχετογνώμονας. ἀπετείχισε δὲ καὶ τῆς Ἐρυθρῆς Θαλάσσης τὴν ἐπίκλυσιν καὶ Τερηδόνα πόλιν ἔκτισε κατὰ τὰς Ἀράβων εἰσβολάς· τά τε βασιλήϊα δένδροις ἤσκησε, κρεμαστοὺς παραδείσους ὀνομάσας.» 9.41.9 Καὶ ταῦτα δέ μοι ἀπὸ τῆς δηλωθείσης κείσθω γραφῆς διὰ τὸ φέρεσθαι ἐν τῇ τοῦ ∆ανιὴλ προφητείᾳ ὡς ἄρα Ναβουχοδονόσορ ἐν τῷ ναῷ τῆς βασιλείας αὐτοῦ τῷ ἐν Βαβυλῶνι περιπατῶν μέγα φρονήσας ἀπηυθαδίσατο εἰπών· «Οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας, ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου; ὅτε ἔτι τοῦ λόγου ἐπὶ στόματος ὄντος αὐτοῦ» τὰ τῆς μετελθούσης καταστροφῆς αὐτῷ γέγονε. 9.42.1 Ταῦτα μὲν οὖν ἡμῖν αὐτάρκως περὶ τῶνδε. προσκείσθω δὲ ἐπὶ πᾶσι καὶ τὰ ἀπὸ τῆς Ἰουδαίων Ἀρχαιότητος Ἰωσήπου, ἔνθα μυρίων συγγραφέων αὐτολεξεὶ παραθεὶς φωνὰς ταῦτα ἐπιλέγει·
9.42.2 μʹ. ΙΩΣΗΠΟΥ ΠΕΡΙ ΤΩΝ ΜΝΗΜΟΝΕΥΣΑΝΤΩΝ ΤΟΥ ΙΟΥΛΑΙΩΝ ΕΘΝΟΥΣ
«Ἀρκοῦσι δ' ὅμως εἰς τὴν ἀπόδειξιν τῆς ἀρχαιότητος αἵ τε Σύρων καὶ Χαλδαίων καὶ Φοινίκων ἀναγραφαὶ πρὸς ἐκείναις τε τοσοῦτοι τῶν Ἑλλήνων συγγραφεῖς, ἔτι δὲ πρὸς τοῖς εἰρημένοις Θεόφιλος καὶ Θεόδοτος καὶ Μνασέας καὶ Ἀριστοφάνης καὶ Ἑρμογένης Εὐήμερός τε καὶ Κόμων καὶ Ζωπυρίων καὶ πολλοί τινες ἄλλοι τάχα οὐ γὰρ ἔγωγε πᾶσιν ἐντετύχηκα τοῖς βιβλίοις 9.42.3 οὐ παρέργως ἡμῶν μεμνημονεύκασιν. οἱ