φησιν, "Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει." Οὐαὶ τοίνυν ὑμῖν, ὦ νομικοί· δυσβά στακτα γὰρ φορτία καταδεσμεύοντες, εἶτα τοῖς ὑπὸ τὸν νόμον ἐπιτιθέντες αὐτὰ, αὐτοὶ τούτοις οὐ προσ ψαύετε· ἀπαράβατον γὰρ προστάττοντες τηρεῖσθαι τὴν Μωϋσέως ἐντολὴν, καὶ δίκην τοῖς ἀθετοῦσιν ἐπ άγοντες, αὐτοὶ λόγου τοῦ μηδενὸς ἠξίουν τὸ ἐργάσα σθαί τι τῶν διατεταγμένων. Τοῖς ταῦτα δρᾷν εἰωθόσι καὶ ὁ σοφώτατος Παῦλος ἐπιπλήττει, λέγων· "Ὁ δι δάσκων ἔτερον, σεαυτὸν οὐ διδάσκεις; Ὁ λέγων μὴ κλέ πτειν, κλέπτεις; Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; Ὃς ἐν νόμῳ καυχᾷ, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις;" Ἀδόκιμος [Cod.9 εὐδ.] γὰρ ὁ διδάσκων ἐστὶν, ὅταν ἀσύμβατον ἔχῃ τῷ λόγῳ τὸν τρόπον· τούτῳ καὶ αὐτὸς ὁ Σωτὴρ πικρὰν ἐπήρτηκε δίκην, λέ γων, ὡς "Ὁ μὲν διδάξας καὶ ποιήσας, μέγας κληθή σεται· ὃς δ' ἂν διδάξῃ μὲν, μὴ ποιήσῃ δὲ, οὗτος ἐλά χιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν." 9Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προ φητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.9 (A f. 164, B f. 120, δ φ. 47 b) Ἀδόκιμον ἀπο φήνας καὶ αὐτὸ τῶν νομικῶν τὸ παμμόχθηρον ἐργα στήριον, κοινὸν ἅπασι τοῖς Ἰουδαίων καθηγηταῖς ἐξ υφαίνει τὸν ἔλεγχον· τί δὲ ἄρα φησὶν, ἐρευνήσωμεν ἀκριβῶς. Οἱ μὲν τῶν Ἰουδαίων πατέρες ἀπέκτειναν κατὰ καιροὺς τοὺς ἁγίους προφήτας, τὸν θεῖον αὐτοῖς διαπορθμεύοντας λόγον· οἵ γε μὴν ἐξ αὐτῶν γεγονό τες, ὁμολογοῦντες ὅτι οἱ προφῆται γεγόνασι σεπτοὶ καὶ τίμιοι, περιήρμοσαν αὐτοῖς τοὺς τάφους, ἤτοι τὰ μνημεῖα, τιμὴν ἀπονέμοντες τὴν τοῖς ἁγίοις πρεπω δεστάτην. Οὐκοῦν ἀπεκτόνασι μὲν οἱ πατέρες αὐτῶν, αὐτοὶ δὲ προφήτας εἶναι πιστεύσαντες καὶ ἄνδρας ἁγίους, κριταὶ γεγόνασι τῶν ἀποκτεινάντων αὐτούς· δι' ὧν γὰρ τιμᾷν ἐγνώκασι τοὺς ἀνῃρημένους, διὰ τούτων αὐτῶν κατηγοροῦσι ὡς ἠσεβηκότων. Ἀλλ' οἱ τῶν ἰδίων πατέρων ἐπὶ ταῖς οὕτω δειναῖς μιαιφονίαις καταψηφισάμενοι, τοῖς ἴσοις ἔμελλον ἁλῶναι κακοῖς, καὶ διὰ τῶν αὐτῶν ἰέναι πλημμελημάτων, μᾶλλον δὲ διὰ τῶν ἔτι χειρόνων. Ἕως μὲν γάρ τις τὰς ἑτέρων ἀδικίας ἐξετάζει, φυσικῷ λογισμῷ κρίνων, ὁρᾷ τὸ φαῦλον καὶ μέμφεται· αὐτὸς δὲ εἰς τὰ ἴσα πάθη ψυ 72.720 χῆς προαγόμενος, οἱονεὶ τυφλὸς ἐπὶ ταῦτα φέρεται. Ἀπεκτόνασι μὲν γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς· προσ τεθείκασι δὲ ταῖς κατ' αὐτοῦ δυσσεβείαις, καὶ τὰς κατὰ τῶν θείων αὐτοῦ μαθητῶν μιαιφονίας. Φησὶ γὰρ πρὸς αὐτοὺς ὁ Σωτὴρ ἡ τοῦ Θεοῦ σοφία· "Ἀπο στελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσι," καὶ τὰ ἑξῆς. Καὶ προφήτας μὲν ὧδε τοὺς ἀποστόλους καλεῖ, καὶ τοὺς τῶν ἀποστόλων διαδόχους, τοὺς τῶν Ἐκκλησιῶν ποιμένας καὶ διδασκάλους, τοὺς ἐν προφητείαις καὶ διδασκαλίαις, ταῖς διὰ τοῦ Πνεύματος δωρεαῖς κεκο σμημένους. Προλέγει τοίνυν τὰ μέλλοντα καταλαβέ σθαι τὴν τῶν Ἰουδαίων γενεὰν κακὰ, διὰ τὴν ἀκόρε στον αὐτῶν μιαιφονίαν· μέλλει γὰρ ἐκζητεῖσθαι τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυθὲν ἀπὸ κατα βολῆς κόσμου ἕως τῆς γενεᾶς ταύτης. Ζαχαρίαν δὲ ὧδε ἀκόλουθόν ἐστι ἐννοεῖν τὸν τοῦ Προδρόμου πα τέρα, ὃν ἐξ ἀγράφου παραδόσεως ἱστόρηται τοὺς Ἰουδαίους ἀνελεῖν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσια στηρίου, διὰ τὸ προφητεύειν αὐτὸν, μᾶλλον δὲ ἀπο δεικνύναι τὴν Θεοτόκον, καὶ τὸν ἐξ αὐτῆς τεχθησό μενον Θεὸν καὶ Σωτῆρα Ἰησοῦν Χριστὸν, οἷα δή τινα βασιλέα καὶ Κύριον ἐπὶ τὸ ἔθνος ἀποσταλήσεσθαι αὐτῶν· καὶ αὐτὴν τὴν ἁγίαν Παρθένον κατὰ τὴν ἐκ Πνεύματος ἁγίου σύλληψιν, τοῦ τόπου τῶν παρθένων, τοῦ ἐν τῷ ἱερῷ ὅντος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυ σιαστηρίου, μὴ ἀποστῆσαι, καθὰ δὴ γεγαμημένην, ἀλλ' ἔτι παρθένον γινώσκειν αὐτὴν, καὶ συγχωρεῖν κατὰ τὸν συνήθη τόπον ἑστᾶναι. ∆ιὰ γοῦν ταῦτα τοὺς ἀκούοντας εἰς ὀργὴν ἐμπεσεῖν, καὶ ἐπ' αὐτὸν ὁπλί 72.721 σαι τὰς χεῖρας, δεδιότας τὸν ἐκ τῆς αὐτοῦ προφη τείας