86
πολλοὶ δὲ τῶν εἰρημένων ἀνδρῶν τῆς μὲν ἀληθείας τῶν ἐξ ἀρχῆς πραγμάτων διήμαρτον, ὅτι μὴ ταῖς ἱεραῖς ἡμῶν βίβλοις ἐνέτυχον· κοινῶς μέντοι περὶ τῆς ἀρχαιότητος ἅπαντες μεμαρτυρήκασιν, ὑπὲρ οὗ τὰ νῦν λέγειν προεθέμην. ὁ μέντοι Φαληρεὺς ∆ημήτριος καὶ Φίλων ὁ πρεσβύτερος καὶ Εὐπόλεμος οὐ πολὺ τῆς ἀληθείας διήμαρτον. οἷς συγγινώσκειν ἄξιον· οὐ γὰρ ἐνῆν αὐτοῖς μετὰ πάσης ἀκριβείας τοῖς ἡμετέροις γράμμασι παρακολουθεῖν.» 9.42.4 Ταῦτα καὶ ὁ Ἰώσηπος. ὅτῳ δὲ φίλον τοῖς περὶ τῆς Ἰουδαίων ἀρχαιότητος λόγοις ἐντυχεῖν τοῦ ἀνδρός, πλείστας ἂν εὕροι συμφώνους ταῖς ἐκτεθείσαις μαρτυρίας. καὶ πολὺς δὲ ἄλλος μαρτύρων ἡμῖν ὄχλος παλαιῶν τε καὶ νέων συγγραφέων ἐπιρρεῖ, τὴν ὁμοίαν τοῖς τεθεῖσι ψῆφον ἐπισφραγιζομένων, ὧν τὰς φωνάς, λόγου προνοούμενοι συμμετρίας, τοῖς φιλομαθέσι ζητεῖν τε καὶ διερευνᾶν ἀπολείψαντες ἐπὶ τὴν λείπουσαν αὐτοὶ μεταβησόμεθα ἐπαγγελίαν.
10.Pin.t Ι ΤΑ∆Ε ΤΟ ∆ΕΚΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 10.
Pin.1 αʹ. Ὡς παρὰ βαρβάρων εἰς Ἕλληνας τὰ σεμνὰ τῶν μαθημάτων παρῆλθε· καὶ περὶ τῆς Ἑβραίων ἀρχαιότητος βʹ. Περὶ τῆς τῶν Ἑλληνικῶν συγγραφέων κλοπῆς· Κλήμεντος γʹ. Πορφυρίου περὶ τοῦ κλέπτας εἶναι τοὺς Ἕλληνας δʹ. Ὅτι μὴ ἀλόγως τὴν παρ' Ἑβραίοις θεολογίαν τῆς Ἑλληνικῆς φιλοσοφίας προτετιμήκαμεν εʹ. Ὅτι τὰ πάντα παρὰ βαρβάρων Ἕλληνες ὠφέληνται ʹ. Περὶ τοῦ αὐτοῦ· ἀπὸ τῶν Κλήμεντος ζʹ. Ἰωσήπου περὶ τοῦ αὐτοῦ ηʹ. ∆ιοδώρου τοῦ τὰς βιβλιοθήκας περὶ τοῦ αὐτοῦ θʹ. Περὶ τῆς ἀρχαιότητος Μωσέως καὶ τῶν παρ' Ἑβραίοις προφητῶν ιʹ. Ἀφρικανοῦ περὶ τοῦ αὐτοῦ ιαʹ. Τατιανοῦ περὶ τοῦ αὐτοῦ ιβʹ. Κλήμεντος περὶ τοῦ αὐτοῦ ιγʹ. Ἰωσήπου περὶ τοῦ αὐτοῦ ιδʹ. Ὡς ἁπάσης τῆς παρ' Ἑβραίοις ἱστορίας νεώτεροι τυγχάνουσι τῶν παρ' Ἕλλησιφιλοσόφων οἱ χρόνοι
Ι 10.1.1 αʹ. ΩΣ ΠΑΡΑ ΒΑΡΒΑΡΩΝ ΕΙΣ ΕΛΛΗΝΑΣ ΤΑ ΣΕΜΝΑ ΤΩΝ ΜΑΘΗΜΑΤΩΝ ΠΑΡΗΛΘΕ· ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΕΒΡΑΙΩΝ ΑΡΧΑΙΟΤΗΤΟΣ
Τίσι ποτὲ λόγοις τὴν καθ' Ἑβραίους φιλοσοφίαν τῆς Ἑλληνικῆς προτετιμήκαμεν ὁποίοις τε λογισμοῖς τὰς παρὰ τοῖς ἀνδράσιν ἱερὰς βίβλους ἀπεδεξάμεθα προδιειληφότες κἄπειτα καὶ αὐτοὺς τοὺς Ἕλληνας μὴ ἀγνοῆσαι τοὺς ἄνδρας, μνημονεῦσαι δὲ ὀνομαστὶ καὶ τὸν βίον καταπλαγῆναι τῆς τε βασιλικῆς μητροπόλεως καὶ τῆς λοιπῆς αὐτῶν ἱστορίας πολὺν πεποιῆσθαι λόγον παραστήσαντες, φέρε ἐπιθεωρήσωμεν, ὡς οὐ μόνον τῶνδε γραφῆς ἠξίωσαν τὴν μνήμην, ἀλλὰ καὶ τῆς ὁμοίας αὐτοῖς διδασκαλίας τε καὶ μαθήσεως ἔν τισι τῶν εἰς βελτίωσιν ψυχῆς συντεινόντων δογμάτων ζηλωταὶ κατέστη10.1.2 σαν. ὡς μὲν οὖν τὰ λοιπὰ τῶν μαθημάτων ἄλλοθεν ἄλλος τῶν θαυμαστῶν Ἑλλήνων τοὺς βαρβάρους ἐκπεριιὼν συνελέξατο, γεωμετρίαν, ἀριθμητικήν, μουσικήν, ἀστρονομίαν, ἰατρικὴν αὐτά τε τὰ πρῶτα τῆς γραμματικῆς στοιχεῖα μυρίας τε ἄλλας τεχνικὰς καὶ βιωφελεῖς ἐπιτηδεύσεις, 10.1.3 αὐτίκα μάλα παραστήσω. ὥσπερ οὖν τὴν περὶ πλειόνων θεῶν δόξαν τά τε μυστήρια καὶ τὰς τελετὰς καὶ προσέτι τὰς ἱστορίας καὶ τὰς μυθικὰς περὶ θεῶν διηγήσεις τῶν τε μύθων τὰς ἀλληγορουμένας φυσιολογίας καὶ τὴν λοιπὴν δεισιδαίμονα πλάνην παρὰ βαρβάρων