87
εἰλῆφθαι αὐτοῖς φθάσας ὁ λόγος ἀπέδειξεν, ὁπηνίκα τὰ πάντα τοὺς Ἕλληνας, γῆν πολλὴν πλανηθέντας, οὐκ ἀταλαιπώρως μέν, ἐξ ἐράνου δὲ τῶν παρὰ βαρβάροις μαθημάτων τὴν οἰκείαν 10.1.4 ὑποστήσασθαι θεολογίαν ἐφωράσαμεν, ὡς δὲ τὰ περὶ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ τά τε περὶ τῶν μάλιστα ζητουμένων εἰς ψυχῆς ὠφέλειαν δογμάτων, ἃ δὴ καὶ συνεκτικώτατα γένοιτ' ἂν τῶν ἐν φιλοσοφίᾳ λό γων, οὐκ ἄλλοθεν εἶεν ἂν ἢ παρὰ μόνων Ἑβραίων πεπορισμένοι, οὐκ εἰς μακρὸν 10.1.5 ἀποδειχθήσεται. ἢ εἰ μὴ τοῦτο, συνενεχθῆναι δὲ φαίη τις αὐτοὺς φυσικαῖς ὑποκινηθέντας ἐννοίαις, καὶ τοῦτο πρὸς ἡμῶν ἂν εἴη, εἰ τὰ μὴ μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ὑπὸ θεολόγων προφητῶν ἀνδρῶν παραδεδομένα, ἀλλὰ τὰ καί τισιν, εἰ καὶ μὴ πᾶσιν, αὐτοῖς δέ γε, ὧν μέγα κλέος καθ' 10.1.6 Ἑλλάδα, καὶ φιλοσόφων διατριβαῖς ἐξητασμένα ζηλοῦν προειλόμεθα. τούτους δ' ἂν εὕροις ἀριθμῷ μὲν ὄντας ληπτούς, ὅτι καὶ πάντα χαλεπά φασιν εἶναι τὰ καλά, οὐ μὴν ἀλλὰ πρωτείοις τῶν παρ' Ἕλλησι φιλοσόφων τετιμημένους, ὡς διὰ τὴν πολλὴν εὐδοκίμησιν τῇ δόξῃ τοὺς ὁμοίους καλύπτειν. 10.1.7 οὐ χρὴ δὲ θαυμάζειν, εἰ καὶ τὰ παρ' Ἑβραίοις δόγματα δυνατὸν εἶναί φαμεν ἐσκευωρῆσθαι αὐτοῖς, ὅτε μὴ μόνον τὰ λοιπὰ τῶν μαθημάτων Αἰγυπτίους καὶ Χαλδαίους τά τε ἄλλα τῶν βαρβάρων ἐθνῶν συνίστανται ἀποσυλήσαντες, ἀλλ' εἰσέτι καὶ νῦν ἁλίσκονται τὰς σφῶν αὐτῶν ἐν συγγράμμασι φιλοτι10.1.8 μίας ἀποστεροῦντες ἀλλήλους. τὰς γοῦν τῶν πέλας ὁ καθ' εἷς αὐτῶν λέξεις ὁμοῦ καὶ διανοίας καὶ ὅλας λόγων συντάξεις ὑποκλέψας ὡς ἐπ' οἰκείοις πόνοις ἐσεμνύνατο. μηδὲ τοῦτον δ' ὑπολάβῃς ἐμὸν εἶναι τὸν λόγον· αὐτῶν γὰρ τῶν πανσόφων ἀκούσῃ πάλιν τῆς ἐν λόγοις κλοπῆς ἀλλήλους ἀπελεγχόν10.1.9 των. τοῦτο δέ γε αὐτό, ἐπείπερ ἅπαξ ὡρμήθημεν, ἀναγκαῖον πρῶτον ἁπάντων συνιδεῖν εἰς ἔλεγχον τοῦ τῶν δηλουμένων τρόπου. ὁ μὲν οὖν ἡμέτερος Κλήμης ἐν ἕκτῳ Στρωματεῖ τὴν περὶ τούτου σύστασιν εἰς πλάτος ἀπηύθυνε. τούτου δέ μοι πρώτου λαβὼν ἀνάγνωθι τὰς τοιάσδε φωνάς· 10.2.1 βʹ. ΚΛΗΜΕΝΤΟΣ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΕΛΛΗΝΙΚΩΝ ΣΥΓΓΡΑΦΕΩΝ ΚΛΟΠΗΣ
«Παραστήσαντες δὲ τὴν ἔμφασιν τῆς Ἑλληνικῆς ἐπινοίας ἐκ τῆς διὰ τῶν γραφῶν εἰς ἡμᾶς δεδομένης ἀληθείας περιαυγασθεῖσαν, καθ' ὃ σημαινόμενον διήκειν εἰς αὐτοὺς τὴν κλοπὴν τῆς ἀληθείας ἐκδεχόμενοι, εἰ μὴ ἐπαχθὲς εἰπεῖν, ἀπεδείξαμεν, φέρε μάρτυρας τῆς κλοπῆς αὐτοὺς καθ' αὑτῶν παραστήσωμεν 10.2.2 τοὺς Ἕλληνας. οἱ γὰρ τὰ οἰκεῖα οὕτως ἄντικρυς παρ' ἀλλήλων ὑφαιρούμενοι βεβαιοῦσι μὲν τὸ κλέπται εἶναι, σφετερίζεσθαι δ' ὅμως καὶ ἄκοντες τὴν παρ' ἡμῶν ἀλήθειαν εἰς τοὺς ὁμοφύλους λάθρα διαδείκνυνται. οἱ γὰρ μηδὲ 10.2.3 ἑαυτῶν, σχολῇ γ' ἂν τῶν ἡμετέρων ἀφέξονται. καὶ τὰ μὲν κατὰ φιλοσοφίαν σιωπήσομαι δόγματα, αὐτῶν ὁμολογούντων ἐγγράφως τῶν τὰς αἱρέσεις διανενεμημένων, ὡς μὴ ἀχάριστοι ἐλεγχθεῖεν παρὰ Σωκράτους εἰληφέναι τὰ κυριώτατα τῶν δογμάτων· ὀλίγοις δὲ τῶν καθωμιλημένων καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμων ἀνδρῶν χρησάμενος μαρτυρίοις τὸ κλεπτικὸν διελέγξας εἶδος αὐτῶν, διαφόροις τοῖς χρόνοις καταχρώμενος, ἐπὶ τὰ ἑξῆς τρέψομαι.» 10.2.4 Ταῦθ' ὡς ἐν προοιμίοις φήσας τοὺς ἐλέγχους ἑξῆς ἐπάγει, παντοίαις κεχρημένος ἀποδείξεσι καὶ πρώτους γε τοὺς ποιητὰς τὰ παρὰ τῶν ὁμοίων 10.2.5 κεκλοφέναι διὰ παραθέσεως τῶν ἑκάστου φωνῶν εὐθύνει. εἶθ' ἑξῆς ἐπιλέγει ταῦτα· «Ὡς δὲ μὴ ἄμοιρον τήν τε φιλοσοφίαν τήν τε ἱστορίαν, ἀλλὰ μηδὲ τὴν ῥητορικὴν τοῦ ὁμοίου ἐλέγχου περιίδωμεν, καὶ τούτων ὀλίγα παραθέσθαι εὔλογον.» 10.2.6 Εἶτ' ἀκολούθως Ὀρφέως, Ἡρακλείτου, Πλάτωνος, Πυθαγόρου, Ἡροδότου, Θεοπόμπου, Θουκυδίδου, ∆ημοσθένους, Αἰσχίνου,