τοῦ παραχρῆμα καὶ οἱονεὶ ἀσκε πτὶ πρὸς τὰς πανούργους αὐτῶν ἀποκρίνεσθαι πεύ σεις, οἰηθέντες ὅτι διαπεσεῖται πάντως, καὶ λαλήσει τι τῶν ὅσα ἐστὶν οὐκ ἔξω διαβολῆς· ἀλλ' οὐκ ᾔδεσαν ὄντα Θεὸν, μᾶλλον δὲ καταφρονηταὶ γεγόνασιν, ἀλα ζόνες καὶ ὑβρισταί· ταύτῃτοι Χριστὸς τοῖς ἑαυτοῦ γνωρίμοις, ἤγουν μαθηταῖς, φυλάττεσθαι ἀπ' αὐτῶν παρηγγύα· ἄκουε γοῦν·
ΚΕΦΑΛ. ΙΒʹ.
Πρῶτον προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων.9 (A f. 165 b) Ἀφ' ἧς καὶ προσέχειν τοὺς μαθητὰς ὁ Κύριος βούλεται· ζύμην ἐν τούτοις, τὴν ὑπόκρι σιν λέγων· θεοστυγὲς γὰρ τὸ χρῆμα· καὶ λαν θάνει μὲν ἔσθ' ὅτε βραχὺ, πλὴν διαπίπτει, καὶ οὐκ εἰς μακράν. Ὡς γὰρ οὐκ ἔνεστι λαθεῖν τὸν τῆς Θεό τητος ὀφθαλμὸν τὰ παρ' ἡμῶν δρώμενα, διέδειξεν εἰπών· "Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν, ὃ οὐκ ἀποκαλυφθήσεται."(A f. 165 b, E f.133 b) Ἅπας γὰρ ἡμῶν λόγος καὶ πᾶν ἔργον ἐν ἡμέρᾳ κρίσεως ἔσται φανερόν· περιττὴ τοιγαροῦν ἡ ὑπόκρισις· δεῖ δὲ ἡμᾶς ἀληθινοὺς ὁρᾶσθαι προσκυνητάς.(A f. 165 b) Ἴσως δὲ καὶ κατὰ τὴν προτέραν ἐπιβολὴν διδάσκει, ὅτι τὰ κρυφῆ παρ' ἡμῶν καὶ λεγόμενα καὶ πραττόμενα, δῆλα ἔσται τῷ πάντα ὁρῶντι ὀφθαλμῷ, καὶ τοῖς ἄλλοις ἐκκαλυφθήσεται. 9Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα.9 (A f. 165 b, B f. 120 b, E f.134) Εἰς πνευμα τικὴν εὐανδρίαν ἀλείφει τοὺς ἀγαπῶντας αὐτόν. 72.725 "Λέγω γὰρ ὑμῖν, φησὶ, τοῖς φίλοις μου." Οὐχ ἅπασιν οὖν ἁπλῶς πρέποι ἂν, ὡς ἔοικεν, ὁ περὶ τούτων λό γος· ἐκείνοις δὲ μᾶλλον, οἷς ἂν ἐνυπάρχον ὁρῷτο τὸ ἐξ ὅλης καρδίας ἀγαπᾷν αὐτόν· οἷς καὶ ἁρμόζει λέ γειν· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χρι στοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ μάχαιρα;" Οἱ γὰρ μὴ τοιοῦτοι, εὐπαρακόμιστοι λίαν εἰσὶν, καὶ πρὸς ἀποστασίαν ἑτοιμότεροι· οἱ δὲ τὰ αὐτὰ φρονοῦντες αὐτῷ, καὶ τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν σπουδάζοντες, φαῖεν ἂν μετὰ τοῦ θε σπεσίου Πέτρου· "Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς ὑπὲρ αὐτοῦ τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε." Ἐθελοντὴς γὰρ ὑπὲρ ἡμῶν ὑπέμεινε θάνατον, ὡς ἀπαράβλητον ἔχων τὴν εἰς ἡμᾶς ἀγά πην. Ἀκηκόαμεν γοῦν λέγοντος αὐτοῦ ἐναργῶς· "Μείζονα ταύτης τῆς ἀγάπης οὐδεὶς ἔχει, ἵνα τις θῇ τὴν ψυχὴν αὑτοῦ ὑπὲρ τῶν φίλων αὑτοῦ." Εἶτα πῶς οὐκ ἂν εἵη τῶν ἀτοπωτάτων, μὴ ὥσπερ τι τῶν ἀνα γκαιοτάτων ὀφλημάτων ἐκτῖσαι Χριστῷ ὅπερ ἐλάβο μεν παρ' αὐτοῦ; Χρὴ δὲ καὶ ἑτέρως ζωῆς ἡμᾶς ὄντας ὑπασπιστὰς, μὴ δεδιέναι τὸν θάνατον, ἀπομιμεῖσθαι δὲ μᾶλλον τῶν ἁγίων Πατέρων τὴν πίστιν. Προσκε κόμικεν ὁ πατριάρχης Ἀβραὰμ τὸν μονογενῆ πειρα ζόμενος, φημὶ δὲ τὸν Ἰσαὰκ, λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δύναται ὁ Θεός. Ποῖον οὖν ἔσται καθ' ἡμῶν τοῦ θανάτου τὸ δεῖμα, καταργούσης αὐτὸν τῆς ζωῆς; Προσενθυμεῖσθαι δὲ τούτοις κἀκεῖνο προσήκει· εὑρίσκονται γὰρ διὰ πόνων οἱ στέφανοι· καὶ ἄνθρω ποι μὲν μέχρι σώματος ἐκτείνουσι τὰς ὀργὰς, καὶ πέρας αὐτοῖς τῆς καθ' ἡμῶν ἐπιβουλῆς, ὁ τῆς σαρκὸς θάνατος· Θεοῦ δὲ κολάζοντος, οὐ μέχρι μόνης σαρκὸς ἡ ζημία στήσεται, ἀλλὰ καὶ αὐτὴ συνυποφέρεται ταῖς αἰκίαις ἡ ἀθάνατος [αλ. ξοδδ.9 ἀθλία] ψυχή. Οὐκοῦν εἰσίτω μᾶλλον ὁ μετ' εὐκλείας θάνατος, εἰς ἀρχὰς ἡμᾶς ἀναφέρων ἀτελευτήτου ζωῆς, ἡτοιμα σμένων πάντως που καὶ τῶν ἐκ θείας φιλοτιμίας ἀγαθῶν.(A f. 165 b, A f. 166) Ἵνα δέ τι καὶ ἕτε ρον ἐπικούρημα ταῖς ἡμετέραις χαρίσηται διανοίαις, προστέθεικεν ἀναγκαίως· "Οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν [δ'] ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ."(A f. 166, B f. 121, E f.134)