88
Λυσίου, Ἰσοκράτους, μυρίων ἄλλων παρατίθησιν ὧν περιττὸν ἐμὲ καταλέγειν τὰς φωνάς, προκειμένης τῆς τἀνδρὸς γραφῆς, ἐν ᾗ μετὰ τοὺς ἐλέγχους τῶν εἰρημένων ταῦτα πάλιν φησίν· 10.2.7 «Αἱ μὲν οὖν ἰδέαι τῆς κατὰ διάνοιαν Ἑλληνικῆς κλοπῆς εἰς ὑπόδειγμα ἐναργὲς τῷ διορᾶν δυναμένῳ τοιαίδε οὖσαι ἅλις ἔστωσαν. ἤδη δὲ οὐ τὰς διανοίας μόνον καὶ τὰς λέξεις ὑφελόμενοι καὶ παραφράσαντες ἐφωράθησαν, ὡς δειχθήσονται, αὐτοτελῶς δὲ τὰ ἑτέρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν, καθάπερ Εὐγράμμων ὁ Κυρηναῖος ἐκ Μουσαίου τὸ Περὶ Θεσπρωτῶν βιβλίον ὁλόκληρον.» 10.2.8 Αὖθις δὲ τούτοις ἐπαγαγὼν πλείους ἀποδείξεις τοῦ λόγου πάλιν τελευτῶν προστίθησι τάδε· «Ἐπιλείψει με ὁ βίος, εἰ καθ' ἕκαστον ἐπεξιέναι πειρῴμην τὴν Ἑλληνικὴν διελέγχων φίλαυτον κλοπὴν καὶ ὡς σφετερίζονται τὴν εὕρεσιν τῶν παρ' αὐ10.2.9 τοῖς καλλίστων δογμάτων, ἣν παρ' ἡμῶν εἰλήφασιν. ἤδη δὲ οὐ μόνον ὑφαιρούμενοι τὰ δόγματα παρὰ τῶν βαρβάρων διελέγχονται, ἀλλὰ καὶ προσέτι ἀπομιμούμενοι τὰ παρ' ἡμῖν ἄνωθεν ἐκ τῆς θείας δυνάμεως διὰ τῶν ἁγίως βεβιωκότων εἰς τὴν ἡμετέραν ἐπιστροφὴν παραδόξως ἐνεργούμενα, Ἑλληνικῇ 10.2.10 μυθολογίᾳ τερατευόμενοι. καὶ δὴ πευσόμεθα παρ' αὐτῶν ἤτοι ἀληθῆ ταῦτά ἐστιν, ἃ ἱστοροῦσιν, ἢ ψευδῆ. ψευδῆ μὲν οὐκ ἂν φήσαιεν· οὐ γὰρ ἂν καταψηφίσαιντο ἑαυτῶν ἑκόντες τὴν μεγίστην εὐήθειαν, τὸ ψευδῆ συγγράφειν· 10.2.11 ἀληθῆ δ' εἶναι ἐξ ἀνάγκης ὁμολογήσαιεν. καὶ πῶς ἔτι ἄπιστα αὐτοῖς καταφαίνεται τὰ διὰ Μωσέως καὶ τῶν ἄλλων προφητῶν τεραστίως ἐπιδεδειγμένα; πάντων γὰρ ἀνθρώπων ὁ παντοκράτωρ κηδόμενος θεὸς τοὺς μὲν ἐντολαῖς, τοὺς δ' ἀπειλαῖς, ἔστι δ' οὓς σημείοις τεραστίοις, ἐνίους δὲ ἠπίοις ἐπαγγελίαις 10.2.12 ἐπιστρέφει πρὸς σωτηρίαν. πλὴν ἀλλ' οἱ Ἕλληνες, αὐχμοῦ ποτὲ τὴν Ἑλλάδα πολυχρονίως φθείροντος καὶ ἐπεχούσης ἀγονίας καρπῶν, οἱ καταλειφθέντες, φασί, διὰ λιμὸν ἱκέται παραγενόμενοι εἰς ∆ελφοὺς ἤροντο τὴν Πυθίαν πῶς ἂν ἀπαλλαγεῖεν τοῦ δεινοῦ. μίαν δ' αὐτοῖς ἔχρησεν 10.2.13 ἀπαλλαγὴν τῆς συμφορᾶς, εἰ χρήσαιντο τῇ Αἰακοῦ εὐχῇ. πεισθεὶς 10.2.13 οὖν αὐτοῖς Αἰακὸς ἀνελθὼν ἐπὶ τὸ Ἑλληνικὸν ὄρος, τὰς καθαρὰς χεῖρας ἐκτείνας εἰς οὐρανὸν κοινὸν ἀποκαλέσας πατέρα τὸν θεὸν ηὔξατο οἰκτεῖραι 10.2.14 αὐτὸν τετρυχωμένην τὴν Ἑλλάδα. ἅμα δὲ εὐχομένου βροντὴ ἐξαίσιος ἐπεκτύπει καὶ πᾶς ὁ πέριξ ἀὴρ ἐνεφοῦτο· λάβροι δὲ καὶ συνεχεῖς ὄμβροι καταρρα γέντες ὅλην ἐπλήρωσαν τὴν χώραν. ἐντεῦθεν ἄφθονος καὶ πλουσία τελεσφο10.2.15 ρεῖται εὐκαρπία, ταῖς Αἰακοῦ γεωργηθεῖσα εὐχαῖς. «Καὶ ἐπεκαλέσατο», φησί, «Σαμουὴλ τὸν κύριον, καὶ ἔδωκε κύριος φωνὰς καὶ ὑετὸν ἐν ἡμέρᾳ θερισμοῦ.» ὁρᾷς ὅτι ὁ «βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους» διὰ τῶν ὑποτεταγμένων δυνάμεων» καὶ τὰ ἑξῆς. 10.2.16 Τούτοις μυρία συνάψας ὁ Κλήμης κλέπτας γεγονέναι τοὺς Ἕλληνας ἀναμφιλέκτοις ἐλέγχοις κατεφώρασεν. εἰ δέ σοι μὴ πιστὸς οὗτος, ἅτε τῆς Ἑλληνικῆς καὶ αὐτὸς τὴν βάρβαρον ὁμοίως ἡμῖν προτετιμηκὼς φιλοσοφίαν, καὶ δὴ ἐάσθω, καίπερ οὐκ οἰκείαις φωναῖς, ταῖς δ' αὐτῶν Ἑλλήνων ἀπευθύνας τὸν λόγον. τί δ' ἂν εἴποις, εἰ τὰ ὅμοια καὶ παρ' αὐτῶν μάθοις τῶν γενναίων σου φιλοσόφων; δέχου δῆτα καὶ τούτων τὰς μαρτυρίας· 10.3.1 γʹ. ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΚΛΕΠΤΑΣ ΕΙΝΑΙ ΤΟΥΣ ΕΛΛΗΝΑΣ· ΑΠΟ ΤΟΥ
ΠΡΩΤΟΥ ΤΗΣ ΦΙΛΟΛΟΓΟΥ ΑΚΡΟΑΣΕΩΣ «Τὰ Πλατώνεια ἑστιῶν ἡμᾶς Λογγῖνος Ἀθήνησι κέκληκεν ἄλλους τε πολλοὺς καὶ Νικαγόραν τὸν σοφιστὴν καὶ Μαΐορα Ἀπολλώνιόν τε τὸν γραμματικὸν καὶ ∆ημήτριον τὸν γεωμέτρην Προσήνην τε τὸν Περιπατητικὸν καὶ 10.3.2 τὸν Στωϊκὸν Καλλιέτην. μεθ' ὧν ἕβδομος αὐτὸς κατακλινείς, τοῦ δείπνου προκόπτοντος καί τινος