88
ἐχθροὺς ἀγαπᾷν κελευόμεθα, ὅταν καὶ τοὺς φιλοῦντας μισῶμεν, ποίαν τίσομεν δίκην; Εἰ γὰρ ὁ τοὺς φιλοῦντας ἀγαπῶν, οὐδὲν ἄμεινον τῶν ἐθνικῶν διακείσεται· ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην; Ὁ δαίμων φθονεῖ μὲν, ἀνθρώποις δὲ, δαίμονι δὲ οὐδενί· σὺ δὲ ἄνθρωπος ὢν, ἀνθρώποις φθονεῖς; καὶ ποίας τεύξῃ συγγνώμης; ∆εινὸν ἡ βασκανία, δεινὸν, καὶ τῆς οἰκείας ἀναπείθει καταφρονεῖν σωτηρίας· οὕτω γὰρ ὁ Σαοὺλ δαίμονα πονηρὸν ἐκάλεσε κατὰ τῆς ἑαυτοῦ ψυχῆς· καὶ καλέσας τῷ ἰατρῷ πάλιν ἐβάσκαινε. Τοιοῦτον γὰρ ὁ φθόνος· ᾔδει ὅτι ἐσώθη, καὶ ἀπολέσθαι μᾶλλον ἤθελεν, ἢ τὸν σώσαντα εὐδοκιμοῦντα ἰδεῖν. Καὶ, εἰ βούλεσθε, διηγήσομαι ὑμῖν τίνας εὐεργεσίας εὐεργέτησεν ὁ ∆αυῒδ τὸν Σαοὺλ, καὶ τίσιν αὐτὸν μετὰ ταῦτα ἐκεῖνος ἠμείψατο. Πολέμου ποτὲ τοὺς Ἰουδαίους καταλαβόντος χαλεπωτάτου, καὶ πάντων κατεπτηχότων καὶ δεδοικότων, καὶ οὐδενὸς προκύψαι τολμῶντος, ἀλλ' ἐν ἐσχάτοις τῆς πόλεως οὔσης ἁπάσης, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἑκάστου βλέποντος, καὶ καθ' ἑκάστην ἀποθανεῖσθαι τὴν ἡμέραν προσδοκώντων ἁπάντων, εἰσελθὼν οὗτος ἀπὸ τῶν προβάτων ἐπὶ τὴν παράταξιν, τὸν ἁπάντων ἀνεδέξατο πόλεμον, καὶ οὐδεμίαν ὁρῶν ἀνάγκην ἐπικει 63.680 μένην αὐτῷ, ἀλλὰ καὶ πολλοὺς τοὺς κωλύοντας ἔχων (καὶ γὰρ καὶ ὁ ἀδελφὸς ἐπετίμα, καὶ ὁ βασιλεὺς πρὸς τὸ τῆς ἡλικίας ἄωρον ἀφορῶν κατεῖχε καὶ μένειν ἐκέλευε), διαθερμανθεὶς οἴκοθεν ἐπὶ τοὺς βαρβάρους ἔτρεχε, καὶ τοσαύτην κηδεμονίαν περὶ τὸν βασιλέα ἐπεδείξατο, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ' ὄψιν αὐτὸν κείμενον ἀναστήσας εἰπεῖν· Μὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου δι' αὐτόν· ὅτι ὁ δοῦλός σου προελεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. Ἆρα μικρὸν τοῦτο, εἰπέ μοι, τὸ μηδεμίαν ἀνάγκην ἔχοντα τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνων ὠφελείας εἰς μέσους πηδῆσαι τοὺς πολεμίους, μηδὲν μηδέποτε παρ' αὐτῶν εὖ παθόντα; ἆρα οὐκ ἔδει αὐτὸν μετὰ ταῦτα δεσπότην αὐτὸν ἐπιγράφεσθαι, καὶ σωτῆρα κοινὸν τῆς πόλεως ἀναγορεύειν, τὸν καὶ τὴν ἁπάντων ζωὴν μετὰ τὴν τοῦ Θεοῦ χάριν διατηρήσαντα; Ποία γὰρ ταύτης εὐεργεσίας μείζων ἑτέρα ἦν; Οὐ γὰρ εἰς χρήματα, οὐδὲ εἰς δόξαν καὶ δυναστείαν, ἀλλ' εἰς αὐτὴν αὐτοῦ τὴν ψυχὴν τὴν εὐεργεσίαν κατέθετο, καὶ ἐξ αὐτῶν αὐτὸν ἀνεκαλέσατο τῶν τοῦ θανάτου πυλῶν, καὶ δι' ἐκείνου ἔζη λοιπὸν ὁ βασιλεὺς, καὶ ἀπέλαυε τῆς ἀρχῆς. Τίσιν οὖν αὐτὸν μετὰ ταῦτα ἠμείψατο; Εἰ μὲν γὰρ αὐτό τις τῶν κατορθωμάτων τὸ μέγεθος ἴδοι, οὐδ' εἰ τὸν στέφανον ἀπὸ τῆς αὐτοῦ λαβὼν κεφαλῆς ἐπὶ τὴν τοῦ ∆αυῒδ ἔθηκεν, οὐδέπω τὴν ἀξίαν ἦν ἀποδεδωκὼς ἀμοιβὴν, ἀλλὰ τὸ πλέον ὀφείλων· ἐκεῖνος μὲν γὰρ καὶ ζωὴν καὶ βασιλείαν αὐτῷ ἐχαρίσατο· οὗτος δὲ βασιλείας αὐτῷ παραχωρεῖν ἔμελλε μόνης. Πλὴν ἀλλ' ἴδωμεν αὐτοῦ τὰς ἀμοιβάς. Ἐπειδὴ τοῦ βαρβάρου τὴν κεφαλὴν ἔλαβε, καὶ τὰ λάφυρα ἔχων ἐπανῄει, ἐξῆλθον αἱ χορεύουσαι, φησὶν, ᾄδουσαι καὶ λέγουσαι, Ἐπάταξε Σαοὺλ ἐν χιλιάσι, καὶ ∆αυῒδ ἐν μυριάσι. Καὶ ὠργίσθη Σαοὺλ, καὶ ἦν ὑποβλεπόμενος τὸν ∆αυῒδ ἀπὸ τῆς ἡμέρας ἐκείνης. Τίνος ἕνεκεν, εἰπέ μοι; εἰ γὰρ χρή τι θαυμαστὸν εἰπεῖν, τῷ Σαοὺλ ἐχαρίσαντο μᾶλλον ἢ τῷ ∆αυῒδ ταῦτα λέγουσαι· καὶ ἀγαπᾷν αὐτὸν ἐχρῆν, ὅτι τὰς χιλιάδας γοῦν ἔδωκαν αὐτῷ. Τί οὖν ἀγανακτεῖ, ὅτι ἔδωκαν τὰς μυριάδας ἐκείνῳ; Εἰ μὲν γὰρ ἦν τι συντελέσας εἰς τὸν πόλεμον, καὶ μικρὰν γοῦν τινα μοῖραν εἰσενεγκὼν, καλῶς ταῦτα ἐλέγετο, ὅτι Σαοὺλ ἐν χιλιάσι, καὶ ∆αυῒδ ἐν μυριάσιν· εἰ δὲ αὐτὸς μὲν δεδοικὼς καὶ τρέμων ἔσω ἐκάθητο, καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκῶν, οὗτος δὲ τὸ πᾶν εἰργάσατο· πῶς οὐκ ἄτοπον ἦν, τὸν μηδὲν εἰς τοὺς κινδύνους συμβαλόμενον ἀγανακτεῖν, ὅτι μὴ τὸ πλέον τῆς εὐφημίας ἔλαβεν; Εἰ γὰρ ἀγανακτεῖν ἐχρῆν, τὸν ∆αυῒδ ἀγανακτεῖν ἔδει, ὅτι τὸ πᾶν αὐτὸς κατορθώσας μεριστὴν ἕτερον ἔσχε τῆς εὐφημίας. Ἀλλὰ τοιοῦτον ἡ βασκανία· οὐκ ἀνέχεται πράως ὁρᾷν τὴν ἑτέρων εὐπραγίαν, ἀλλὰ τὴν τοῦ πλησίον εὐημερίαν οἰκείαν δυσπραγίαν εἶναι νομίζει, καὶ τήκεται τοῖς τοῦ πλησίον ἀγαθοῖς· καθάπερ καὶ ὁ βασιλεὺς Γεράρων ὑπέμεινεν· ὁρῶν γὰρ τοῦ Ἰσαὰκ καθ' ἑκάστην