Προσεπήγαγε δὲ ὅτι καὶ "Αἱ τρί χες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται." Ὁρᾷς ὅσην ποιεῖται πρόνοιαν τῶν ἀγαπώντων αὐτόν; Εἰ γὰρ μέχρι τῶν οὕτως εὐτελεστάτων ἐκτείνεται, καὶ οἷον κάτεισιν ἐπὶ τὰ πάντων σμικρότατα τῶν ζώων, πῶς ἂν ἐπιλάθοιτο τῶν ἀγαπώντων αὐτὸν, ἢ ἀγνοή σειέ τι τῶν συμβαινόντων αὐτοῖς, ὅς γε τοσαύτην αὐτῶν ποιεῖται πρόνοιαν, ὡς ἕκαστα τῶν κατ' αὐ τοὺς εἰδέναι λεπτῶς, καὶ οἷον ἠριθμημένας ἔχειν 72.728 αὐτῶν τὰς τρίχας; Ἢ γὰρ οὐκ ἐάσει πεσεῖν εἰς πειρασμὸν, ἢ γοῦν οἰκονομικῶς, ἵνα παθόντες εὐδο κιμήσωμεν· ὁ γὰρ εἰς παγῖδα πεσεῖν ἐπιτρέψας, χορηγήσει πάντως τὸ δύνασθαι διενεγκεῖν. 9Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, κ.τ.λ.9 (A f. 166, B f. 121) Ἀλλὰ τίς ἂν εἴη λοιπὸν ὁ Χριστὸν ὁμολογῶν, ἢ καὶ ὅπως ἄν τις αὐτὸν ὁμολο γήσειεν ὀρθῶς, πρό γε τῶν ἄλλων ἄξιον ἰδεῖν. Γρά φει τοίνυν ἡμῖν ὁ πάνσοφος Παῦλος· "Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἐπιβήσεται εἰς τὸν οὐρανόν· τουτέστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἐπ αγαγεῖν. Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· ὅτι ἐὰν ὁμολο γήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πι στεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δι καιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν." Ὅλον ἐν τούτοις τὸ Χριστοῦ μυστήριον εὖ μάλα δι ερμηνεύεται. Χρὴ γὰρ πρότερον τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Υἱὸν, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ μονογενῆ Θεὸν Λόγον, Κύριον τῶν ὅλων ὁμολογεῖν· οὐχ ὡς ἔξωθεν καὶ εἰσκεκριμένην λαχόντα τὴν κυριότητα, ἀλλ' ὄντα τοῦτο κατὰ φύσιν καὶ ἀληθῶς, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ· εἶθ' οὕτω πιστεύειν, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ἐνανθρωπήσαντα δηλονότι καὶ σαρκὶ παθόντα δι' ἡμᾶς· ἐγήγερται γὰρ οὕτως ἐκ νεκρῶν. Κύριος οὖν, ὡς ἔφην, ὁ Υἱὸς, ἀσύντακτος τοῖς ἄλλοις, οἷς τὸ τῆς κυριότητος ὄνομα δοτὸν καὶ εἰσκεκριμένον· μόνος γὰρ Κύριος κατὰ φύσιν, ὁ παντὸς ἐπέκεινα γενητοῦ Θεὸς Λόγος· "Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα." Ἀλλ'οὔτε τοῦ εἶναι Κύριος ὁ Πατὴρ ἔξω κείσεται, Θεὸς ὢν φύσει· οὔτε μὴν ὁ Υἱὸς ἀπολισθήσειεν ἂν τοῦ εἶναι Θεός· Κύριος γάρ ἐστι κατὰ φύσιν· ἔνεστι δὲ μόνῃ τῇ θείᾳ τε καὶ ἀνωτάτω πασῶν οὐσίᾳ, τὸ εἰσ άπαν ἐλεύθερον, καὶ τὸ ἔξω κεῖσθαι ζυγοῦ καὶ δου λείας, ἔχειν δὲ μᾶλλον ὑπὸ πόδας δουλοπρεπῶς τὴν κτίσιν ὑποκειμένην· διὰ τοῦτο, καίτοι γενόμενος καθ' ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τό γε ἧκον εἰς ἀνθρωπότητος μέτρον, ὑπὸ ζυγὰ καὶ δου λείαν ἐνηνεγμένος, συνετέλεσε μὲν τοῖς Ἰουδαίων δασμολόγοις κατὰ τὸν Μωϋσέως νόμον τὸ δίδραγμον οἰκονομικῶς, οὐκ ἔκρυψε δὲ τῆς ἐνούσης δόξης αὐτῷ τὸ περιφανές. Ἤρετο γὰρ τὸν μακάριον Πέτρον· "Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβάνουσι κῆνσον ἢ τέλη; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; Εἰπόντος δὲ ὅτι ἐκ τῶν ἀλλοτρίων· Ἄρα γε, φησὶν, ἐλεύθεροί εἰσιν οἱ υἱοί." Κύριος οὖν κατὰ φύσιν ὁ Υἱὸς, ὡς ἐλεύθερος. Καὶ τοῦτο πάλιν ὁ σοφὸς ἡμᾶς ἐδίδαξε Παῦλος ὡδὶ γεγραφώς· "Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατ οπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύμα 72.729 τος." Καὶ μικρὸν ἄνωθεν· "Ὁ δὲ Κύριος, τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία." Ἄθρει δὴ ὅπως τὸν Κύριον τὸ Πνεῦμα εἶναί φησιν· οὐχ ὡς ἐν υἱότητι (Πνεῦμα γάρ ἐστι, καὶ οὐχ Υἱὸς), ἀλλ' ὡς ὁμοούσιον τῷ Υἱῷ, Κυρίῳ τε ὄντι καὶ ἐλευθέρῳ, καὶ τῇ πρὸς αὐτὸν ταυτότητι φυσικῇ πρὸς ἐλευθερίαν τὴν θεοπρεπῆ μαρτυρούμενον. Ὃς ἂν οὖν ὁμολο γήσῃ Χριστὸν ἔμπροσθεν τῶν ἀνθρώπων, ὡς Θεὸν δηλονότι καὶ Κύριον, ὁμολογηθήσεται παρ' αὐτοῦ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ. Ποῦ δὲ καὶ ὅπως; Ἦ πάντως κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν ἐξ οὐρανοῦ καταβήσεται μετὰ