89
ζητήσεως περὶ Ἐφόρου ἐν τοῖς ἄλλοις γενομένης· «Ἀκούσωμεν», ἔφη, «τίς ὁ περὶ Ἐφόρου θόρυβος.» ἦσαν δ' οἱ ζητοῦντες Καΰστριός τε καὶ Μάξιμος· ὁ μὲν γὰρ αὐτὸν καὶ Θεοπόμπου προὐτίθει, ὁ δὲ Καΰ10.3.3 στριος κλέπτην ἀπεκάλει. «Καὶ τί γὰρ Ἐφόρου ἴδιον», ἔφη, «ἐκ τῶν ∆αϊμάχου καὶ Καλλισθένους καὶ Ἀναξιμένους αὐταῖς λέξεσιν ἔστιν ὅτε τρισχι10.3.4 λίους ὅλους μετατιθέντος στίχους»; πρὸς ὃν ὁ γραμματικὸς Ἀπολλώνιος ἔφη· «Οὐ γὰρ ἔγνως ὅτι καὶ τὸν Θεόπομπον, ὃν σὺ προτιμᾷς, κατείληφε τουτὶ τὸ πάθος, ἐν μὲν τῇ ἑνδεκάτῃ τῶν Περὶ Φίλιππον ἐκ τοῦ Ἰσοκράτους» Ἀρεοπαγιτικοῦ μεταγράψαντα αὐτοῖς ὀνόμασιν ἐκεῖνα, ὅτι «τῶν ἀγαθῶν καὶ τῶν 10.3.5 κακῶν οὐδὲν αὐτὸ καθ' αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις,» καὶ τὰ ἑξῆς. καίτοι ὑπερφρονεῖ τὸν Ἰσοκράτην καὶ νενικῆσθαι ὑφ' ἑαυτοῦ λέγει κατὰ τὸν ἐπὶ Μαυσώλῳ ἀγῶνα τὸν διδάσκαλον. πραγμάτων δ' ὑφαίρεσιν πεποίηται, μετα10.3.6 θεὶς τὰ ἐπ' ἄλλων ἄλλοις, ἵνα καὶ ψεύστης ἁλῷ τοῦτον τὸν τρόπον. Ἄνδρωνος γὰρ ἐν τῷ Τρίποδι περὶ Πυθαγόρου τοῦ φιλοσόφου τὰ περὶ τὰς προρρήσεις ἱστορηκότος εἰπόντος τε ὡς διψήσας ποτὲ ἐν Μεταποντίῳ καὶ ἔκ τινος φρέατος ἀνιμήσας καὶ πιὼν προεῖπεν, ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός»,» 10.3.7 καὶ ἕτερά τινα τούτοις ἐπαγαγὼν ἐπιλέγει· ««Ταῦτ' οὖν τοῦ Ἄνδρωνος περὶ Πυθαγόρου ἱστορηκότος πάντα ὑφείλετο Θεόπομπος· εἰ μὲν περὶ Πυθαγόρου λέγων, τάχα ἂν καὶ ἕτεροι ἠπίσταντο περὶ αὐτοῦ καὶ ἔλεγον· Ταῦτα καὶ αὐτὸς εἶπεν· νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ ὀνόματος μετάθεσις· τοῖς μὲν γὰρ πράγμασι κέχρηται τοῖς αὐτοῖς, ἕτερον δ' ὄνομα μετενήνοχε· Φερε10.3.8 κύδην γὰρ τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα. οὐ μόνον δὲ τούτῳ τῷ ὀνόματι ἀποκρύπτει τὴν κλοπήν, ἀλλὰ καὶ τόπων μεταθέσει. τό τε γὰρ περὶ τῆς προρρήσεως τοῦ σεισμοῦ ἐν Μεταποντίῳ ὑπ' Ἄνδρωνος ῥηθὲν ἐν Σύριῳ εἰρῆσθαί φησιν ὁ Θεόπομπος τό τε περὶ τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρηθῆναι· καὶ τὴν Συβάρεως ἅλωσιν 10.3.9 ἐπὶ τὴν Μεσσήνης μετέθηκεν. ἵνα δέ τι δοκῇ λέγειν περιττόν, καὶ τοῦ ξένου προστέθεικε τοὔνομα, Περίλαον αὐτὸν καλεῖσθαι λέγων.» «Κἀγώ», φησὶν ὁ Νικαγόρας, «ταῖς Ἑλληνικαῖς ἐντυγχάνων αὐτοῦ τε καὶ τοῦ Ξενοφῶντος πολλὰ τοῦ Ξενοφῶντος αὐτὸν μετατιθέντα κατείληφα, καὶ τὸ δεινόν, ὅτι 10.3.10 ἐπὶ τὸ χεῖρον. τὰ γοῦν περὶ τῆς Φαρναβάζου πρὸς Ἀγησίλαον συνόδου δι' Ἀπολλοφάνους τοῦ Κυζικηνοῦ καὶ τὰς ἀμφοῖν πρὸς ἀλλήλους ἐνσπόνδους διαλέξεις, ἃς ἐν τῇ τετάρτῃ Ξενοφῶν ἀνέγραψε πάνυ χαριέντως καὶ πρεπόντως ἀμφοῖν, εἰς τὴν ἑνδεκάτην τῶν Ἑλληνικῶν μεταθεὶς ὁ Θεόπομπος ἀργά 10.3.11 τε καὶ ἀκίνητα πεποίηκε καὶ ἄπρακτα. λόγου γὰρ δύναμιν καὶ διὰ τὴν κλοπὴν ἐξεργασίαν ἐμβάλλειν καὶ ἐπιδείκνυσθαι σπουδάζων βραδὺς καὶ μέλλων καὶ ἀναβαλλομένῳ ἐοικὼς φαίνεται καὶ τὸ ἔμψυχον καὶ ἐνεργὸν τὸ Ξενοφῶντος 10.3.12 διαφθείρων.» Ταῦτ' εἰπόντος τοῦ Νικαγόρου ὁ Ἀπολλώνιος· «Καὶ τί θαυμάζομεν», ἔφη, «εἰ Θεοπόμπου καὶ Ἐφόρου τὸ τῆς κλοπῆς πάθος ἥψατο, ἀργοτέρων οὕτως ἀνδρῶν, ὅπου γε καὶ Μένανδρος τῆς ἀρρωστίας ταύτης ἐπλήσθη, ὃν ἠρέμα μὲν ἤλεγξε διὰ τὸ ἄγαν αὐτὸν φιλεῖν Ἀριστοφάνης ὁ γραμματικὸς ἐν ταῖς Παραλλήλοις αὐτοῦ τε καὶ ἀφ' ὧν ἔκλεψεν ἐκλογαῖς; Λατῖνος δ' ἓξ βιβλίοις, ἃ ἐπέγραψε Περὶ τῶν οὐκ ἰδίων Μενάνδρου, τὸ πλῆθος αὐτοῦ 10.3.13 τῶν κλοπῶν ἐξέφηνε· καθάπερ ὁ Ἀλεξανδρεὺς Φιλόστρατος Περὶ τῆς τοῦ Σοφοκλέους κλοπῆς πραγματείαν κατεβάλετο. Κεκίλιος δέ, ὥς τι μέγα πεφωρακώς, ὅλον δρᾶμα ἐξ ἀρχῆς εἰς τέλος Ἀντιφάνους, τὸν Οἰωνιστήν, μεταγράψαι 10.3.14 φησὶ τὸν Μένανδρον εἰς τὸν ∆εισιδαίμονα.» «Ἐπεὶ δὲ τοὺς κλέπτας ἔδοξεν οὐκ οἶδ' ὅπως ὑμῖν», φησίν, «εἰς τὸ μέσον ἀγαγεῖν, μηνύω καὐτὸς Ὑπερείδην τὸν καλὸν πολλὰ παρὰ ∆ημοσθένους κεκλοφότα ἔν τε τῷ Πρὸς ∆ιώνδαν λόγῳ 10.3.15 κἀν τῷ Περὶ τῶν Εὐβούλου δωρεῶν. καὶ ὅτι μὲν ὁ ἕτερος παρὰ τοῦ ἑτέρου