89
ἡμέραν αὐξανομένην τὴν εὐπορίαν ἐδεδοίκει, καὶ μεταναστῆναι ἐκεῖθεν καταναγκάζει τὸν δίκαιον. Ἄξιον δὲ ἀκοῦσαι καὶ αὐτῶν τῶν ῥημάτων τῆς θείας Γραφῆς, ἵνα δι' αὐτῶν θεασώμεθα τοῦ Θεοῦ τὴν εὔνοιαν, ἢν περὶ τοὺς αὐτοῦ οἰκέτας ἐπιδείκνυται. Ἔσπειρε δὲ, φησὶν, Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. Εἶδες φιλοτιμίαν ∆εσπότου; εἶδες ἐπίτασιν εὐεργεσίας; Ἀλλ' ἴδωμεν καὶ τοῦ βασιλέως τὸν ζῆλον, οἷος ἐγίνετο διὰ τὴν τοῦ δικαίου εὐπορίαν· Ἄπελθε, φησὶν, ἀφ' ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν 63.681 ἐγένου. Καὶ ἀληθῶς δυνατώτερος ἦν, τὴν ἄνωθεν συμμαχίαν ἔχων ἐν ἅπασι, καὶ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς φρουρούμενος. Ποῦ τοίνυν ἀπελαύνεις τὸν δίκαιον; οὐκ οἶσθα ὅτι ὅπου ἂν αὐτὸν συμβαίη ἀπελθεῖν, ἐν τοῖς τοῦ ∆εσπότου τοῦ ἑαυτοῦ εἶναι αὐτὸν ἀνάγκη; Κἂν γὰρ εἰς αὐτὴν τὴν ἔρημον ἀπελθεῖν καταναγκά 63.682 σῃς, οὕτως εὐμήχανον ∆εσπότην ἔχει, ὡς κἀκεῖ γενόμενον πολλῷ πλέον περιφανέστερον ἀποδεῖξαι. ∆ιὰ γὰρ τῶν ἐναντίων μάλιστα τὰ ἐναντία πολλάκις οἰκονομεῖ. Αὐτῷ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ ΙΗʹ. Περὶ μίσους καὶ ἔχθρας. Εἴ τις παρὰ τοῦ πλησίον ἠδίκηται, εἰς μνήμην τὸν ∆αυῒδ λαμβανέτω καὶ εἰς
νοῦν βαλλέσθω, ἵνα, ὡς ἔτι ζῇ ἡ καρδία, τῇ μνήμῃ τοῦ πραοτάτου καὶ ἀνεξικάκου τούτου δυνηθῇ τὸ πέλαγος τῆς μήνιδος διαλῦσαι. ∆ιὰ τί γάρ σου ἐχθρός ἐστιν ὁ ἀδελφός; Ὕβρισέ σε; ἀλλ' οὐδὲν ἠδίκησεν. Ἀλλὰ χρημάτων ἕνεκεν τοῦτον περιορᾷς ἐχθραίνοντα; μὴ, παρακαλῶ. μὴ ἀναβάλῃ τὰ τῆς μήνιδος διακόψαι σχοινία· αἱ γὰρ ἀναβολαὶ μελλήσεις τίκτουσιν· ἂν σήμερον ὑπερθῇ, μᾶλλον ἐρυθριᾷς· κἂν αὔριον προσθῇς, μείζων ἡ αἰσχύνη· κἂν τὴν τρίτην, ἐπὶ πλέον αἰσχυνθήσῃ τὴν ἀναβολὴν μηκυνόμενος. ∆ότε μοι, παρακαλῶ, μετὰ προθυμίας ταῦτα λέγειν· ποιήσατέ με ἀκοῦσαι ὅτι ἀπὸ τῆς συνεχοῦς ταύτης διδασκαλίας ἠνύσαμέν τι· ὅτι ἐχθρόν τις ἀπελθὼν εὐθέως περιέβαλεν ἄμφω τὼ χεῖρε, περιεχύθη, περιεπλάκη, κατεφίλησεν, ἐδάκρυσε· κἂν γὰρ θηρίον ἐκεῖνος ᾖ, κἂν λίθος, κἂν ὁτιοῦν, ὑπὸ τῆς τοιαύτης καταμαλαχθεὶς φιλοφροσύνης ἡμερωθήσεται· καὶ σαυτὸν μὲν ἀπαλλάξεις τῶν ἐγκλημάτων, ἐκεῖνον δὲ πρὸς εὔνοιαν ἐπισπασάμενος κερδανεῖς. Καὶ μή μοι λέγε, ὅτι Μιαρὸν ἐχθρὸν ἔχω, πονηρὸν, διεφθαρμένον, ἀδιόρθωτον, καὶ καταλλάξαι αὐτὸν οὐ δύναμαι. Οἷον γὰρ ἂν εἴπῃς, οὐκ ἔστι τοῦ Σαοὺλ χείρων· ὃς καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις διασωθεὶς ὑπὸ τοῦ ∆αυῒδ, αὐτὸς μυριάκις ἐπεβουλεύσατο· εἶτα ἀντὶ τούτων εὐεργετηθεὶς, ἔμενε τὴν ἑαυτοῦ πονηρίαν διατηρῶν. Τί γὰρ ἔχεις εἰπεῖν; ὅτι γῆν ἀπετέμετο, καὶ ἐν ἀγρῷ ἠδίκησε, καὶ οἰκίας ὅρια ὑπερέβη, καὶ ἀνδράποδα ἥρπασε, καὶ ὕβρισε, καὶ ἐπλεονέκτησε, καὶ εἰς πενίαν ἤγαγεν; Ἀλλ' οὔπω τὴν ψυχὴν ἀφελέσθαι ἐσπούδασεν, οὐχὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἀλλ' οὐδὲ τοσαῦτα εὐεργετηθεὶς, οὐδὲ εἰς τὰς χεῖρας τὰς σὰς πολλάκις ἐμπεσὼν καὶ διασωθείς. Εἰ δὲ καὶ τοῦτο, καὶ οὕτω πλεονεκτεῖ πάλιν ὁ ∆αυῒδ, ὅτι ἀτελεστέροις ἐντρεφόμενος νόμοις, καὶ οὐδὲν ἀπαιτοῦσι τοιοῦτον, πρὸς αὐτὴν τὴν κορυφὴν τὴν ἐν τῇ χάριτι ἔφθασε. Καὶ σὺ μὲν πολλάκις ὑπὲρ τῶν παρελθόντων ὀργιζόμενος μνησικακεῖς· οὗτος δὲ καὶ ὑπὲρ τῶν μελλόντων δεδοικὼς, καὶ εἰδὼς ἀκριβῶς ὅτι ἀοίκητος αὐτῷ ἔσται ἡ πόλις, καὶ ἀβίωτος ὁ βίος σώσαντι τὸν ἐχθρὸν, οὐκ ἀφίστατο τῆς ἐκείνου κηδεμονίας, ἀλλὰ πάντα ἔπραττε καθ' ἑαυτοῦ τὸν πολέμιον τρέφων. Τί δήποτέ ἐστιν, εἰπέ μοι, ὅπερ ἐγκαλῶν τῷ ἐχθρῷ οὐ βούλει καταλλαγῆναι; τί γάρ σε τοσοῦτον ἠδίκησε; Χρήματά σε ἀφείλετο; ἀλλ' ἐὰν ἐνέγκῃς γενναίως τὴν ἁρπαγὴν, τοσοῦτον λήψῃ μισθὸν, ὅσον ἂν εἰ ταῖς τῶν πενήτων χερσὶν ἐναπέθηκας. Καὶ γὰρ ὁ πένησι δεδωκὼς, καὶ ὁ τῷ πλεονεκτήσαντι μὴ ἐπιβουλευσάμενος ἢ καὶ καταρα 63.682 σάμενος διὰ τὸν Θεὸν, τὰ αὐτὰ πεποιήκασιν. Ὅταν οὖν ἡ ὑπόθεσις τῆς δαπάνης ᾖ μία, εὔδηλον ὅτι καὶ ὁ στέφανος εἷς. Ἀλλ' εἰς ψυχὴν ἐπεβούλευσε καὶ ἀνελεῖν ἐπεχείρησε; μαρτύριόν σοι τὸ