τῶν ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πα τρὸς αὐτοῦ, ἐπὶ συντελείᾳ τοῦ παρόντος αἰῶνος· ἐκεῖ στεφανοῖ τὸν γνήσιον ὁμολογητήν· οἵ γε μὴν ἕτεροι, τουτέστιν οἱ ἀρνησάμενοί τε καὶ ἀτιμάσαντες, ἀρνη θήσονται· μονονουχὶ λέγοντος τοῦ Κριτοῦ αὐτοῖς τὸ διὰ προφητῶν ἁγίων ἐπί τισιν εἰρημένον· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· "Τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου." Ἀρνήσεται δὲ αὐτοὺς, ἐκεῖνο λέγων· "Ἀπόστητε ἀπ' ἐμοῦ, ἐργάται τῆς ἀνομίας· οὐκ οἶδα ὑμᾶς." Καὶ τίνες ἂν εἶεν οὗ τοι; Πρῶτον μὲν οἱ, διωγμοῦ καταλαβόντος, τὴν πί στιν ἀποβαλόντες· ἀρνοῦνται δὲ αὐτὸν ὁμοίως αἱρε τικῶν παῖδες καὶ διδάσκαλοι, Ἀρειανοί τε καὶ τῆς Νεστορίου κενοφωνίας οἱ μαθηταί. 9Πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώ που, κ.τ.λ.9 (A f. 167, B f. 121 b) Πῶς δὴ ἄρα καὶ τοῦτο νοεῖ σθαι προσήκει; Εἰ μὲν γὰρ τοῦτο βούλεται δηλοῦν ὁ Σωτὴρ, ὅτι εἰ λέγοιτό τις λόγος ὑβριστικὸς κατὰ ἀν θρώπου κοινοῦ πρὸς ἡμῶν, ἄφεσιν ἕξει μετανοήσας, δυσχερείας ἡμῖν ἁπάσης ὁ λόγος ἀπήλλακται· ἀγα θὸς γὰρ ὢν φύσει Θεὸς, αἰτιαμάτων ἐλευθεροῖ τοὺς μετανοεῖν ἑλομένους· εἰ δὲ ἐπ' αὐτὸν ὁ λόγος ἔρχεται τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, πῶς ἀνεύθυνος ἢ καὶ ἔξω δίκης, ὁ λόγον εἰς ἑ[ε]αὐτὸν εἰπών; Φαμὲν οὖν, ὅτι, ὅταν τις οὔπω τοῦ κατ' αὐτὸν μυστηρίου τὴν δύνα μιν ἐκμεμαθηκὼς, οὔτε μὴν ἐγνωκὼς, ὅτι Θεὸς ὢν φύσει, καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς, καὶ κε χρημάτικεν ἄνθρωπος, εἴπῃ τι περὶ αὐτοῦ τῶν με τρίων, καὶ ὅσα συγγνώμης ἐστὶν ἄξια, ταῦτα ὁ Θεὸς ἀφίησι τοῖς ἐξ ἀγνοίας ἡμαρτηκόσιν. Οἷόν τί φημι· Ἔφη που Χριστός· "Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ·" ἀγνοήσαντες δέ τινες τὴν δόξαν αὐτοῦ, καὶ ἄνθρωπον εἶναι κοινὸν οἰηθέντες αὐτὸν, ἔφασκον· "Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;" Καὶ πάλιν· Εἰστήκει ποτὲ μυσταγωγῶν ἐν Συναγωγῇ, καὶ τεθαύμασται μὲν παρὰ πάντων, τινὲς δὲ, φησὶν, ἔλεγον· "Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;" Ἠγνόησαν γὰρ ὅτι πάντες ἔκειντο ἐν αὐτῷ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ταῦτα συγγνώμης ἄξια, ὡς ἐξ ἀγνοίας ἀτημελῶς εἰρημένα. Τοῖς γε μὴν εἰς αὐτὸ τὸ Θεῖον βλασφημήσασιν, ἀδιάφυκτος 72.732 ἡ δίκη, καὶ διηνεκὴς ἡ κόλασις καὶ ἐν τῷδε τῷ κό σμῳ, καὶ ἐν τῷ μέλλοντι. Πνεῦμα δέ φησιν ἐν τού τοις, οὐχὶ μόνον τὸ ἅγιον, ἀλλὰ γὰρ τὴν ὅλην τῆς Θεότητος φύσιν. Ἔφη δέ που καὶ αὐτὸς ὁ Σωτὴρ, ὅτι πνεῦμα ὁ Θεός· οὐκοῦν ἡ κατὰ τοῦ Πνεύματος βλασφημία, καθ' ὅλης ἂν γένοιτο τῆς ἀνωτάτω πα σῶν οὐσίας· μία γὰρ ἡ τῆς Θεότητος φύσις ἐν ἁγίᾳ καὶ προσκυνητῇ νοεῖται Τριάδι. 9Μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσεσθε.9 (A f. 170) Τοσοῦτον ἐπαρτήσας τὸν φόβον ὁ Κύ ριος, καὶ παρασκευάσας εἰς τὸ γεννικῶς ἀνθίστασθαι τοῖς ἀφιστᾶσι τῆς ὀρθῆς ὁμολογίας, περὶ τῶν ἄλλων κελεύει μὴ μεριμνᾷν, τουτέστι περὶ ἀπολογίας· διότι τοῖς πιστῶς καὶ ἀγαπητικῶς διακειμένοις ἐνεργεῖ τὸ Πνεῦμα τοὺς προσήκοντας λόγους, ὡσπερεὶ διδάσκα λος ἔνδον ἐνοικῶν. 9Τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ' ὑμᾶς;9 (A f. 171, Ε f. 190) Κεχειροτόνηται μὲν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅτε πέφηνε καθ' ἡμᾶς, ἄρχων τε καὶ βασιλεὺς ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐ τοῦ, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Καὶ τί κατορ θώσων, διατρανοῖ πάλιν αὐτός. Ἀφῖγμαι γὰρ δὴ, φησὶ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Καὶ ποῖον τοῦτό ἐστι; βούλεται γὰρ ἡμᾶς ὁ φιλάρετος ἡμῶν ∆εσπότης, παντὸς ἀποφοιτᾷν γηΐνου τε καὶ προσ καίρου πράγματος, μὴ φιλονεικοῦντας ἀδελφοῖς, εἴ κοντας δὲ μᾶλλον αὐτοῖς, κἂν βούλωνται πλεον εκτεῖν. "Ἀπὸ γὰρ τοῦ αἴροντος, φησὶ, τὰ σὰ, μὴ ἀπαίτει·" ζητοῦντας δὲ μᾶλλον τὰ ὅσαπέρ ἐστι χρήσιμα καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ψυχῆς. Τοῖς οὕτω ζῇν εἰωθόσι, νόμους ὁρίζει Χριστὸς, καθ' οὓς ἂν γένοιντο λαμπροὶ καὶ ἀπόβλεπτοι· ἔφη γοῦν· "Μὴ κτήσησθε ἀργύριον, μήτε χρυσίον, μήτε δύο χιτῶνας, μήτε πήραν, μήτε