90
μετέθηκε πρόδηλον· συγχρονούντων δ' αὐτῶν, ὑμῶν μὲν ἂν εἴη ἔργον», φησίν, «ὦ Ἀπολλώνιε, ἐκ τῶν χρόνων ἀνιχνεῦσαι τὸν κλέπτην. ἐγὼ δὲ ὑποπτεύω μὲν τὸν ὑφῃρημένον εἶναι τὸν Ὑπερείδην· ἀδήλου δὲ ὄντος ὁπότερος, ἄγαμαι μὲν ∆ημοσθένην, εἰ λαβὼν παρὰ Ὑπερείδου πρὸς δέον διώρθωσε· μέμφομαι δὲ τὸν Ὑπερείδην, εἰ λαβὼν παρὰ ∆ημοσθένους πρὸς τὸ χεῖρον διέστρεψε.»« 10.3.16 Καὶ μετὰ βραχέα φησί· ««Καὶ τί ὑμῖν λέγω ὡς τὰ Βαρβαρικὰ νόμιμα Ἑλλανίκου ἐκ τῶν Ἡροδότου καὶ ∆αμάστου συνῆκται; ἢ ὡς Ἡρόδοτος ἐν τῇ δευτέρᾳ πολλὰ Ἑκαταίου τοῦ Μιλησίου κατὰ λέξιν μετήνεγκεν ἐκ τῆς Περιηγήσεως, βραχέα παραποιήσας, τὰ τοῦ Φοίνικος ὀρνέου καὶ περὶ τοῦ ποταμίου ἵππου καὶ τῆς θήρας 10.3.17 τῶν κροκοδείλων; ἢ ὡς τὰ περὶ βασάνων εἰρημένα παρ' Ἰσαίῳ ἐν τῷ Περὶ τοῦ Κίλωνος κλήρου καὶ παρὰ Ἰσοκράτει ἐν τῷ Τραπεζιτικῷ κεῖται καὶ παρὰ τῷ ∆ημοσθένει ἐν τῷ Κατὰ Ὀνήτορος ἐξούλης σχεδὸν διὰ τῶν αὐτῶν εἴρηται; ἢ ὡς ∆είναρχος ἐν τῷ πρώτῳ Κατὰ Κλεομέδοντος αἰκίας πολλὰ μετενήνοχεν αὐτοῖς ὀνόμασιν ἐκ τοῦ ∆ημοσθένους Κατὰ Κόνωνος αἰκίας; 10.3.18 ἢ ὡς Ἡσιόδου οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληΐζετ' ἄμεινον τῆς ἀγαθῆς, τῆς δ' αὖτε κακῆς οὐ ῥίγιον ἄλλο ταύτην τὴν διάνοιαν Σιμωνίδης ἐν τῷ ἑνδεκάτῳ μετήνεγκε λαβὼν οὕτως· γυναικὸς οὐδὲν χρῆμ' ἀνὴρ ληΐζεται ἄμεινον ἐσθλῆς οὐδὲ ῥίγιον κακῆς, Εὐριπίδης δὲ ἐν Μελανίππῃ τῇ δεσμώτιδι· τῆς μὲν κακῆς κάκιον οὐδὲν γίνεται γυναικός, ἐσθλῆς δ' οὐδὲν εἰς ὑπερβολὴν πέφυκ' ἄμεινον· διαφέρουσι δ' αἱ φύσεις. 10.3.19 τοῦ δὲ Εὐριπίδου εἰπόντος· γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν, Θεοδέκτης ἐν Ἀλκμαίωνί φησι· σαφὴς μὲν ἐν βροτοῖσιν ὑμνεῖται λόγος, ὡς οὐδέν ἐστιν ἀθλιώτερον φυτὸν γυναικός. οὗτος οὐ μόνον τὴν ἐπιβολὴν ἐκεῖθεν εἴληφεν, ἀλλὰ καὶ ταῖς λέξεσιν αὐταῖς συγκέχρηται· καὶ ἠθέλησεν αὐτὸ πανούργως παροιμιακὸν μᾶλλον εἶναι καὶ ὡς ὑπὸ πολλῶν λεγομένῳ συγκεχρῆσθαι ἢ δοκεῖν εἰληφέναι παρὰ τοῦ γεγεν10.3.20 νηκότος. ὁ δ' Ἀντίμαχος τὰ Ὁμήρου κλέπτων παραδιορθοῖ. Ὁμήρου γὰρεἰπόντος· Ἴδεώ θ' ὃς κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρῶν Ἀντίμαχος λέγει· Ἴδεώ θ' ὃς κάρτιστος ἐπιχθονίων ἦν ἀνδρῶν· καὶ Λυκόφρων ἐπαινεῖ τὴν μετάθεσιν, ὡς δι' αὐτῆς ἐστηριγμένου τοῦ στί10.3.21 χου. τὸ γὰρ τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων ∆ιομήδης σιγῶ, Ὁμήρου κωμῳδηθέντος ὑπὸ Κρατίνου διὰ τὸ πλεονάσαι ἐν τῷ τὸν δ' ἀπαμειβόμενος· 10.3.22 ὅπερ οὕτως πεπατημένον οὐκ ὤκνησεν Ἀντίμαχος μεταθεῖναι. τοῦ δὲ λαῶν, οἷσιν ἄνασσε, πατὴρ δ' ὣς ἤπιος ἦεν Ὁμηρικοῦ ὄντος καὶ πάλιν ἀλλαχοῦ που λεγομένου οἱ δ' ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας, ὁ Ἀντίμαχος μεταθεὶς ἡμιστίχια πεποίηκε λαῶν οἷσιν ἄνασσον ἐκαρτύναντο φάλαγγας. 10.3.23 ἀλλ' ἵνα μὴ καὶ αὐτὸς κλοπῆς ἄλλους αἰτιώμενος κλέπτης ἁλῶ, τοὺς πραγματευσαμένους τὰ περὶ τούτων μηνύσω. Λυσιμάχου μέν ἐστι δύο Περὶ τῆς Ἐφόρου κλοπῆς, Ἀλκαῖος δέ, ὁ τῶν λοιδόρων ἰάμβων καὶ ἐπιγραμμάτων ποιητής, παρῴδηκε τὰς Ἐφόρου κλοπὰς ἐξελέγχων, Πολλίωνος δὲ ἐπιστολὴ πρὸς Σωτηρίδαν Περὶ τῆς Κτησίου κλοπῆς, τοῦ δ' αὐτοῦ καὶ Περὶ τῆς Ἡροδότου κλοπῆς ἐστι βιβλίον καὶ ἐν τῷ ἐπιγραφομένῳ Ἰχνευταί πολλὰ περὶ Θεοπόμπου λέγεται, Ἀρητάδου τέ ἐστι Περὶ συνεμπτώσεως πραγματεία, ἐξ ὧν τοιαῦτα πολλὰ ἔστι γνῶναι.»« 10.3.24 Καὶ μεθ' ἕτερα· «Καὶ ὁ Προσήνης· «Τοὺς μὲν ἄλλους», ἔφη, «κλέπτας ἐφωράσατε· ὅτι δὲ καὶ αὐτὸς οὗτος ὁ ἥρως Πλάτων, οὗ τὴν ἐπώνυμον ἑορτὴν σήμερον πανηγυρίζομεν, πολλοῖς καταχρῆται τῶν πρὸ αὐτοῦ αἰδοῦμαι γὰρ τῷ τῆς κλοπῆς ὀνό10.3.25 ματι ἐπὶ τούτου χρῆσθαι, οὐκέτι κατειλήφατε.» «Τί λέγεις;» ἔφη ὁ Καλ λιέτης. «Οὐ λέγω μόνον», φησίν, «ἀλλὰ καὶ τὴν πίστιν τῷ λόγῳ παρέχω. σπάνια δὲ τὰ τῶν πρὸ τοῦ Πλάτωνος γεγονότων βιβλία, ἐπεὶ ἴσως πλείους ἄν τις ἐφώρασε τοῦ φιλοσόφου. ἐγὼ δ' οὖν, ᾗ κατὰ τύχην περιπέπτωκα, Πρωταγόρου τὸν Περὶ τοῦ ὄντος