χαλκὸν εἰς τὰς ζώνας ὑμῶν." Καὶ πάλιν· "Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρα νοῖς." Καὶ αὖ, ἐπειδή τις προσελθὼν νεανίας ἤρετο, "Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὕπαγε, φησὶ, πώλησον τὰ ὑπάρχοντά σου, καὶ δὸς πτωχοῖς." Οὐκοῦν τοῖς μὲν ὑποφέρουσιν εὐήνιον αὐτῷ τὸν τῆς διανοίας αὐχένα, καὶ διατάττει, καὶ νομοθετεῖ, καὶ μερίζει τὸν οὐράνιον κλῆρον, καὶ διανέμει τὰς πνευ ματικὰς εὐλογίας· τοῖς γε μὴν μόνα φρονοῦσι τὰ ἐπὶ τῆς γῆς, εἰκότως ἐρεῖ· "Τίς με κατέστησεν ἄρχοντα ἢ μεριστὴν ἐφ' ὑμᾶς;" Ἀποσείεται μὲν οὖν ἐκεῖνον, ὡς ὀχληρὸν, καὶ οὐδὲν ἐθέλοντα μαθεῖν ὧν εἰδέναι ἐχρῆν. Ἀφίησί γε μὴν οὐκ ἀνουθετήτους ἡμᾶς, εὐκαίρου δὲ ὥσπερ λαβόμενος ἀφορμῆς, ἐξ υφαίνει λόγον, μόνον δὲ οὐχὶ καὶ διαμαρτύρεται· 9Εἶπε δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, κ.τ.λ.9 72.733 (A f. 171, Ε f. 190) Βόθρον γὰρ ἡμῖν ὑπέδειξε διαβολικὸν, τὴν πλεονεξίαν, ἢν δὴ καὶ εἰδωλολατρείαν, ὡς ἔφημεν, ὁ σοφὸς ὀνομάζει Παῦλος, ὡς μόνοις τάχα που πρέπουσαν τοῖς οὐκ εἰδόσι Θεὸν, ἢ καὶ ἰσοστά θμως ἔχουσαν εἰς βεβήλωσιν τοῦ λατρεύειν τινὰς ξύλοις τε καὶ λίθοις. ∆ιὰ τοῦτό φησιν· "Ὁρᾶτε καὶ φυλάξασθε ἀπὸ πάσης πλεονεξίας," τουτέστι μικρᾶς τε καὶ μεγάλης· ἀσθενὴς γὰρ πάντως που ὁ πλεον εκτούμενος, καὶ εἰς μόνον ἀνατείνων τοὺς ὀφθαλμοὺς τὸν ἐφ' οἷς πέπονθεν ἀγανακτῆσαι δυνάμενον. Ὁ δὲ, ἐπείπερ ἐστὶ δίκαιός τε καὶ ἀγαθὸς, προσίεται μὲν τὴν ἱκετηρίαν, ἐπάγει δὲ τοῖς ἠδικηκόσι τὰς δίκας. Καὶ τοῦτο μαθήσῃ, λέγοντος αὐτοῦ διὰ φωνῆς ἁγίων προφητῶν· "∆ιὰ τοῦτο ἀνθ' ὧν κατεκονδυλίζετε εἰς κεφαλὰς πτωχῶν, καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ' αὐτῶν, οἴκους ξυστοὺς οἰκοδομήσετε, καὶ οὐ μὴ κατ οικήσητε ἐν αὐτοῖς· καὶ ἀμπελῶνας ἐπιθυμητοὺς φυ τεύσετε, καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν· ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν." Καὶ πάλιν· "Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα. Ἐὰν γὰρ γένωνται αἱ οἰκίαι ὑμῶν πολλαὶ, εἰς ἔρημον ἔσονται· μεγάλαι καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μέτρα τρία." Οὐκοῦν κατὰ πάντα τρόπον ἀνόνητος ἡ πλεονεξία· καὶ καθ' ἕτερον δὲ τρόπον, ἀνωφελής. Οὐ γὰρ ἐν τῷ περισσεύειν τινὶ, φησὶν, ἐστὶν ἡ ζωὴ αὐτοῦ, τουτέστιν, οὐ συνεκτείνεται τῷ πλούτῳ τὸ τῆς ζωῆς μέτρον. Καὶ τοῦτο ἡμῖν σαφῶς τε καὶ ἐναργῶς ὑπέδειξεν ὁ Σωτὴρ, τὴν τοῖς εἰρημέ νοις συνεζευγμένην παραβολὴν εὖ μάλα συντεθει κώς· διδάσκει μὲν οὖν τὰ πάντων ἐξαίρετα Χρι στὸς, καὶ πρὸ πάντων τῶν ἀρετῶν ἁπασῶν τὸ κεφά λαιον τὴν ἀγάπην, ἧς τὸ κάλλιστον ἡ ἐλεημοσύνη καθέστηκεν. Ἀλλ' ὁ μισόκαλος Σατὰν, ὁ φαυλότητος ἁπάσης εὑρετὴς, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ πάσης ἐχθρὸς ἀρετῆς, ὁ τοῖς εὐδοκιμοῦσι μαχόμενος, τοῖς εὖ ποιεῖν δυναμένοις ὄκνον ἔσθ' ὅτε τὸν ἐπιζήμιον ἐργάζεται. Καὶ ὁ μὲν τοῦ Θεοῦ νόμος ἐγείρει πρὸς ἔλεον λέγων· "Ἀνοίγων ἀνοίξῃς τὰ σπλάγχνα σου τῷ ἐπιδεομένῳ ἐν σοί·" ὁ δὲ, ἀντανίστασθαι καὶ συλλέ γειν ἀναπείθει τὴν χεῖρα, καὶ σωρεύειν ἐν γῇ, καὶ τρυφὰς ὑποτίθεσθαι σαρκικάς· ἀποφέρει δὲ καὶ εἰς λήθην θανάτου, καὶ οὐκ ἐᾷ τὸ μέλλον ὁρᾷν, οὐδὲ ἀν θρώπινόν τι λογίζεσθαι. Καὶ ὅρα ὡς ἐν εἰκόνι τὸ πρᾶ γμα γραφόμενον. 9Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. Καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· Τί ποιήσω; ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου.9 (A f. 172, B f. 122 b, Ε f. 192) Σὺ δέ μοι πρόσχῃς ἀκριβῶς, ἵνα θαυμάσῃς τοῦ λόγου τὸ εὐτεχνές. Οὐ 72.736 γὰρ ἓν ἡμῖν εὐφορῆσαν ἔδειξε χωρίον, ἀλλ' ὅλην ἔφη χώραν εὔκαρπον γενέσθαι τῷ κεκτημένῳ, ἵνα μάθῃς τοῦ πλούτου τὸ βάθος. Τί οὖν; ὁ πλούσιος, ὁ τοῖς οὔτω πολλοῖς καὶ ἀμέτροις περιεχόμενος ἀγαθοῖς, στενοχωρεῖται πεφροντικὼς,