91
ἀναγινώσκων λόγον πρὸς τοὺς ἓν τὸ ὂν εἰσάγοντας τοιαύταις αὐτὸν εὑρίσκω χρώμενον ἀπαντήσεσιν· ἐσπούδασα γὰρ αὐταῖς λέξεσι τὰ ῥηθέντα μνημονεύειν.»« 10.3.26 Καὶ ταῦτ' εἰπὼν διὰ πλειόνων τίθησι τὰς ἀποδείξεις. ἀλλ' ὁποῖος μὲν τῶν Ἑλληνικῶν συγγραφέων ὁ τρόπος ὅτι τε οὐδὲ τοῦ καθ' ἑαυτῶν ἐφείσαντο ἐλέγχου, ἀρκεῖν ἀπὸ μυρίων ἡγοῦμαι τὰ εἰρημένα. ἔτι δὲ εἰς προπαρασκευὴν τῆς ἀπὸ τῶν Ἑβραϊκῶν λόγων ἐπιρρυείσης εἰς Ἕλληνας ὠφελείας εὖ μοι δοκεῖ καὶ ἀναγκαίως καθόλου πᾶσαν ἀποδεῖξαι τὴν βοωμένην Ἑλλήνων παιδείαν τε καὶ φιλοσοφίαν τά τε πρῶτα αὐτῶν μαθήματα καὶ τὰ σεμνὰ τῆς λογικῆς ἐπιστήμης ἀπὸ βαρβάρων αὐτοῖς συμπεφορημένα, ὡς ἂν μηκέθ' ἡμῖν ἐπιμέμφοιτό τις αὐτῶν, ὅτι δὴ τὴν παρὰ βαρβάροις εὐσέβειάν τε καὶ φιλοσοφίαν τῶν παρ' αὐτοῖς σεμνῶν προτετιμήκαμεν.
10.4.1 δʹ. ΟΤΙ ΜΗ ΑΛΟΓΩΣ ΤΗΝ ΠΑΡ' ΕΒΡΑΙΟΙΣ ΘΕΟΛΟΓΙΑΝ ΤΗΣ
ΕΛΛΗΝΙΚΗΣ ΦΙΛΟΣΟΦΙΑΣ ΠΡΟΤΕΤΙΜΗΚΑΜΕΝ Ὅτι μὴ ἄνευ λόγου σώφρονος δεύτερα θέμενοι τὰ τῆς Ἑλλήνων φιλοσοφίας τὴν παρ' Ἑβραίοις θεολογίαν προτετιμήκαμεν, γνοίης ἂν μαθὼν ὡς καὶ αὐτῶν Ἑλλήνων οἱ δὴ μάλιστα ὀρθότερον φιλοσοφίας ἁψάμενοι καί τι πλέον καὶ μεῖζον τῆς πανδήμου περὶ θεῶν ἀκοῆς διανοηθέντες οὐδ' ἕτερα τῶν παρ' αὐτοῖς Ἑβραίοις προκεκυρωμένων ἐφεῦρον ἀληθῆ δόγματα. 10.4.2 οἱ μὲν γὰρ ἀλληνάλλως ποικίλαις ψευδοδοξίαις ἀπαχθέντες εἰς βυθὸν ἀδολεσχίας περιετράπησαν, οἱ δέ γε ποσῶς εὐγνώμονι λογισμῷ κεχρημένοι, ἐν οἷς τῆς τἀληθοῦς ἐφήψαντο καταλήψεως, ἐν τούτοις τῆς Ἑβραίων κοινωνοὶ 10.4.3 πεφήνασι διδασκαλίας. εἰκὸς γοῦν πολυμαθεῖς γεγονότας τά τε τῶν ἐθνῶν νόμιμά τε καὶ μαθήματα περιεργότερον ἐξητακότας, καὶ τὴν τῶν δηλουμένων μὴ ἀγνοῆσαι φιλοσοφίαν, νέους μὲν τῷ χρόνῳ, ὡς ἔπος εἰπεῖν, ἁπάντων οὐχ Ἑβραίων μόνον οὐδέ γε Φοινίκων καὶ Αἰγυπτίων, ἀλλὰ καὶ αὐτῶν τῶν 10.4.4 παλαιῶν Ἑλλήνων φύντας. οἷς τὰ μὲν ἐκ Φοινίκης Κάδμος ὁ Ἀγήνορος, τὰ δ' ἐξ Αἰγύπτου περὶ θεῶν ἢ καί ποθεν ἄλλοθεν, μυστήρια καὶ τελετὰς ξοάνων τε ἱδρύσεις καὶ ὕμνους ᾠδάς τε καὶ ἐπῳδάς, ἤτοι ὁ Θρᾴκιος Ὀρφεὺς ἢ καί τις ἕτερος Ἕλλην ἢ βάρβαρος, τῆς πλάνης ἀρχηγοὶ γενόμενοι, συνεστήσαντο· τούτων γὰρ οὐδένας καὶ αὐτοὶ ἂν ὁμολογήσαιεν Ἕλληνες παλαιοτέ10.4.5 ρους εἰδέναι. πρῶτον γοῦν ἁπάντων Ὀρφέα, εἶτα δὲ Λίνον κἄπειτα Μουσαῖον ἀμφὶ τὰ Τρωϊκὰ γενομένους ἢ μικρῷ πρόσθεν ἠκμακέναι φασίν. ἀλλὰ κατά γε τούτους πλέον οὐδὲν τῆς Φοινίκων καὶ Αἰγυπτίων πολυπλανοῦς 10.4.6 θεολογίας παρὰ τοῖς Ἕλλησιν ἐπολιτεύετο. καὶ δὴ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι, κατὰ πάσας χώρας τε καὶ πόλεις, ἔν τε ἱεροῖς καὶ μυστηρίοις, αὐτὰ δὴ ταῦτα καὶ ὅσα τούτοις ὅμοια παρεφυλάττετο. πολὺς γοῦν παρὰ τοῖς πᾶσιν ὁ προδηλωθεὶς περὶ θεῶν ἐκράτει λόγος· νεώς τε περικαλλεῖς, παντοίοις ἀγάλμασι καὶ ἀναθήμασι κεκοσμημένοι, παρὰ τοῖς πᾶσιν ἐξήσκηντο· ἀτὰρ δὴ καὶ ξόανα παντοίας ὕλης εἰς πᾶσαν θνητῶν ζῴων ἰδέαν τετυπωμένα 10.4.7 φιλοκάλως ἐξείργαστο. ναὶ μὴν καὶ μαντείων πλείστη τις ἦν καὶ ἄφθονος παρὰ τοῖς πᾶσι περιουσία. σεμνός γε μήν τις καὶ μέγας θεὸς παρὰ τοῖς Ἕλλησι διαφερόντως τὸ τηνικάδε μάλιστα ἦν ἀκμάζων, ὁ Πύθιος καὶ ὁ Κλάριος καὶ ὁ ∆ωδωναῖος, εἶτα δὲ Ἀμφιάρεως καὶ Ἀμφίλοχος καὶ ἐπὶ τούτοις μυρίος ἄλλος ἐπιρρέων χρησμῳδῶν μᾶλλον ἢ ποιητῶν τε καὶ ῥαψῳδῶν ὄχλος. 10.4.8 ὧν μακροῖς ποθ' ὕστερον χρόνοις εἰς Ἕλληνας παρελθοῦσα φιλοσοφία, μηδὲν τῶν αὐτῇ προσηκόντων παρὰ τοῖς προπάτορσιν εὑροῦσα, τὰ μὲν σεμνὰ καὶ παλαιὰ τῆς πατρόθεν εἰς αὐτοὺς ἡκούσης θεολογίας αὐτά τε τὰ θαυμαστὰ καὶ παρὰ πᾶσι βοώμενα θεῖά τε καὶ χρηστήρια ἔργῳ