91
διεθερμαίνετο τῆς φωνῆς. Καὶ καθάπερ πατὴρ χρονίας ἀκούσας φωνῆς παιδὸς ἐπανελθόντος ποθὲν, οὐχὶ πρὸς τὴν ὄψιν μόνον, ἀλλὰ καὶ πρὸς τὴν φωνὴν αὐτὴν διεγείρεται· οὕτω καὶ ὁ Σαοὺλ, ἐπειδὴ τὰ ῥήματα τοῦ ∆αυῒδ εἰσελθόντα τὴν ἔχθραν ἐξέβαλεν, ἐπέγνω λοιπὸν τὸν ἅγιον, καὶ πάθος ἀποθέμενος, πάθος ἐδέξατο· ἐκβαλὼν γὰρ θυμὸν, εὐθυμίαν ἐδέξατο καὶ συμπάθειαν. Τί τοῦ ∆αυῒδ μακαριώτερόν τε καὶ ὑψηλότερον; ὅτι τὸν ἀνδροφόνον πατέρα ἐποίησε, καὶ τὸν λύκον πρόβατον, καὶ τὴν κάμινον τῆς ὀργῆς δρόσου πολλῆς ἐνέπλησε, καὶ τὰ κύματα εἰς γαλήνην μετέβαλε, καὶ τὴν φλεγμονὴν τοῦ θυμοῦ κατέσβεσεν ἅπασαν. Μὴ τοῦτο τοίνυν μόνον σκοπῶμεν, ἀγαπητοὶ, ὅπως μηδὲν πάθωμεν παρὰ τῶν ἐχθρῶν κακὸν, ἀλλ' ὅπως μηδὲν αὐτοὺς ἡμεῖς ἐργασώμεθα δεινόν· καὶ οὐδὲν πεισόμεθα κακὸν, κἂν μυρία πάσχωμεν δεινά· ὥσπερ οὖν οὐδὲ ὁ ∆αυῒδ φυγαδευόμενος, ἐλαυνόμενος, μέχρι τῆς ψυχῆς αὐτῆς ἐπιβουλευόμενος, ἔπαθέ τι δεινὸν, ἀλλὰ τοῦ πολεμίου λαμπρότερος ἦν καὶ σεμνότερος, καὶ ποθεινότερος ἅπασιν, οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ Θεῷ. Τί γὰρ ἠδικήθη ὁ ἅγιος ἐκεῖνος τότε, τοσαῦτα παθὼν παρὰ τοῦ Σαούλ; οὐχὶ μέχρι τῆς σήμερον ἡμέρας ᾄδεται, καὶ λαμπρὸς μὲν ἐν γῇ, λαμπρὸς δὲ ἐν οὐρανῷ; οὐχὶ τὰ ἀπόῤῥητα αὐτὸν ἀγαθὰ μένει, καὶ ἡ τῶν οὐρανῶν βασιλεία; 63.684 Τί δὲ ὠφέλησεν ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος, τοσαῦτα ἐπιβουλεύσας; οὐχὶ καὶ τῆς βασιλείας ἐξέπεσε, καὶ ἐλεεινὸν ὑπέστη θάνατον μετὰ τοῦ παιδὸς, καὶ παρὰ πάντων κατηγορεῖται; καὶ τὸ δὴ χαλεπώτερον, τὰς ἀθανάτους ἐκδέχεται νῦν τιμωρίας. Ὅταν οὖν τὸν ἐχθρὸν ἴδῃς τὸν σὸν, ἢ καὶ εἰς νοῦν λάβῃς, μὴ τοῦτο λέγε, ὅτι Τὰ καὶ τὰ ἔπαθον, τὰ καὶ τὰ ἤκουσα, καὶ τὸν θυμὸν διὰ τούτων ἀνάψῃς, καὶ τὴν φλεγμονὴν εἰς ὄγκον ἐπάρῃς μείζονα· ἀλλ' ὅσα μὲν ἤκουσας καὶ ἔπαθες λυπηρὰ, πάντα ἐπιλανθάνου· εἰ δὲ καὶ ἀναμνησθῇς, τῷ διαβόλῳ ταῦτα λογίζου· σύλλεγε δὲ εἴ τί σοι χρηστὸν εἶπε πώποτε καὶ ἐποίησε, καὶ ταχέως καταλύσεις τὴν ἔχθραν. Κἂν ἐγκαλεῖν καὶ διαλέγεσθαι μέλλῃς, πρότερον τὸ πάθος ἐκβαλὼν, καὶ τὸν θυμὸν σβέσας, οὕτως ἔλεγχε καὶ εὐθύνας ἀπαίτει, καὶ δυνήσῃ περιγενέσθαι ῥᾳδίως. Θυμούμενοι γὰρ οὔτε εἰπεῖν οὔτε ἀκοῦσαί τι δυνησόμεθα ὑγιές· ἀπαλλαγέντες δὲ τοῦ πάθους, οὔτε αὐτοὶ ῥῆμα ποτε ἐξοίσομεν τραχὺ, οὔτε ἑτέρων λεγόντων οὕτως ἀκουσόμεθα. Οὐ γὰρ οὕτως ἡ τῶν λεγομένων φύσις, ὡς ἡ τῆς ἔχθρας πρόληψις ἡμᾶς ἀγριοῦν εἴωθε. Καθάπερ γὰρ νυκτὸς παρούσης, οὐδὲ παρόντα πολλάκις ἐπιγινώσκομεν φίλον, ἡμέρας δὲ γενομένης καὶ πόῤῥωθεν αὐτὸν ὁρῶντες γνωρίζομεν· οὕτω καὶ ἐπὶ τῆς ἔχθρας συμβαίνειν εἴωθεν· ἕως μὲν ἂν ὦμεν ἀηδῶς πρὸς ἀλλήλους ἔχοντες, καὶ φωνῆς ἑτέρων ἀκούομεν, καὶ ὄψιν μετὰ διεφθαρμένης βλέπομεν γνώμης· ἐπειδὰν δὲ ἀποθώμεθα τὴν ὀργὴν, ἡ πρὸ τούτου πολεμία ὄψις καὶ ἀηδὴς, ποθεινὴ καὶ ἐπίχαρις φαίνεται. Ὅταν δὲ ὀνειδίσῃ σε ὁ ἐχθρὸς ἁμάρτημα ὃ σαυτῷ σύνοιδας, σὺ δὲ ἀκούσας ἐκεῖνον μὲν μὴ ὑβρίσῃς, στενάξῃς δὲ πικρὸν, καὶ τὸν Θεὸν παρακαλέσῃς, εὐθέως ἀπέθου τὴν ἁμαρτίαν ἅπασαν. Καὶ ἵνα μὴ νομίσῃς ἡμᾶς ἁπλῶς σε ψυχαγωγεῖν, ἀπὸ τῶν θείων Γραφῶν τὴν μαρτυρίαν παρέξομεν. Φαρισαῖός τις ἦν καὶ τελώνης, ὁ μὲν εἰς ἐσχάτην κακίαν ἐληλακὼς, ὁ δὲ δικαιοσύνης ἐπιμελόμενος· καὶ ἀνῆλθον ἀμφότερος εἰς τὸ ἱερὸν προσεύξασθαι. Εἶτα ἐκεῖνος στὰς ἔλεγεν, Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Ὁ δὲ τελώνης πόῤῥωθεν ἑστὼς, οὐκ ἀνθύβρισεν, οὐκ ἀντελοιδόρησεν, οὐκ εἶπέ τι τῶν ψυχρῶν ῥημάτων, ἃ καθ' ἑκάστην ἡμέραν ἀλλήλους πλύνοντες λέγομεν, ἀλλὰ πικρὸν στενάξας, καὶ πατάξας τὸ στῆθος, τοῦτο μόνον εἶπεν· Ὁ Θεὸς, Ἱλάσθητί. μοι τῷ ἁμαρτωλῷ· καὶ κατῆλθε δεδικαιωμένος. Εἶδες τάχος; κατεδέξατο ὄνειδος, καὶ ἀπενίψατο ὄνειδος· ἐπέγνω τὰ ἁμαρτήματα, καὶ ἀπέθετο τὰ ἁμαρτήματα, καὶ ἡ κατηγορία τῆς ἁμαρτίας γέγονεν ἀναίρεσις τῆς ἁμαρτίας, καὶ ὁ ἐχθρὸς ἄκων εὐεργέτης καθίσταται. Ἆρα τί τούτου γένοιτ' ἂν μακαριώτερον; τί δὲ εὐκολώτερον πρὸς ἁμαρτημάτων ἀπαλλαγήν; πόσα γὰρ ἔδει καμεῖν τὸν τελώνην, νηστεύοντα,