92
ἀγρυπνοῦντα, χαμευνοῦντα, τὰ ὄντα τοῖς δεομένοις παρέχοντα, ἐν σποδῷ καὶ σάκκῳ καθήμενον ἐν πολλῷ τῷ χρόνῳ, ὥστε δυνηθῆναι τὰ ἁμαρτήματα 63.685 ἀποθέσθαι ἐκεῖνα; Καὶ νῦν οὐδὲν τούτων ποιήσας, διὰ ψιλοῦ ῥήματος πᾶσαν ἀπέθετο κακίαν καὶ τὰ ὀνείδη, καὶ αἱ λοιδορίαι τοῦ δόξαντος αὐτὸν ὑβρίζειν χωρὶς ἱδρώτων καὶ πόνων καὶ χρόνου μακροῦ στέφανον αὐτῷ δικαιοσύνης ἐκόμισαν. ∆ιὰ τοῦτο καὶ ὑπερεύχεσθαι τῶν ἐχθρῶν προσέταξεν ὁ Θεὸς, ὡς μὴ μόνον ἀφιέναι αὐτοῖς τὰ ὀφειλήματα, ἀλλὰ καὶ εἰς τοὺς πρώτους τῶν φίλων αὐτοὺς ἀριθμεῖν. Ἐὰν δὲ ἀδικῇς μὲν μηδὲν, ἀποστρέφῃ δὲ καὶ οὐχ ἡδέως ὁρᾷς, καὶ τὸ τραῦμα ἔχῃς ἐνακμάζον σου τῇ ψυχῇ, οὔπω τὴν ἐντολὴν ἐποίησας, ἣν προσέταξεν ὁ Χριστός. Πῶς οὖν αὐτὸς ἵλεων γενέσθαι τὸν Θεὸν παρακαλεῖς, τοῖς εἰς σὲ πεπλημμεληκόσιν οὔπω γεγονὼς ἵλεως αὐτός; Εἰ δὲ βούλει γνῶναι ὅτι, κἂν ἡμεῖς παρακαλέσωμεν ὑπὲρ τῶν ἐχθρῶν ἡμῶν καὶ ἠδικηκότων, ὁ Θεὸς οὐκ ἀφίησιν, ἐὰν μέλλωσι γενέσθαι χείρους διὰ τῆς ἡμετέρας ἀνεξικακίας, ἱστορίαν ὑμῖν ἐρῶ παλαιάν. Κατελάλησέ ποτε τοῦ Μωϋσέως ἡ Μαριάμ· τί οὖν ὁ Θεός; λέπραν ἐπαφῆκεν αὐτῇ, καὶ ἀκάθαρτον ἐποίησε, καίτοι γε τὰ ἄλλα οὖσαν ἐπιεικῆ τε καὶ σώφρονα. Εἶτα τοῦ Μωϋσέως αὐτοῦ ὑβρισμένου παρακαλοῦντος, ἱκετεύοντος ἀφεῖναι τὴν ὀργὴν, οὐκ ἠνέσχετο ὁ Θεὸς, ἀλλὰ τί ἔφη; Εἰ πατέρα εἶχε, καὶ ἐξ ὄψεως αὐτὴν ἐποίησεν, οὐκ ἂν ἤνεγκε τὴν ἐπιτίμησιν; Σὲ μὲν οὖν ἀποδέχομαι τῆς πραότητος καὶ τῆς ἀνεξικακίας, ἐμὲ δὲ οὐδέπω αὐτὴν ἀφεῖναι δεῖ τῆς κολάσεως. Ἀναμνήσθητι τοίνυν τῆς φοβερᾶς κρίσεως, καθ' ἣν ἅπαντα γυμνὰ καὶ τετραχηλισμένα· ἐννόησον ὅτι τὰ κρυπτόμενα νῦν ἀνακαλύπτονται τότε. Ἂν τοίνυν ἀφῇς τῷ πλησίον τὰ ἁμαρτήματα ἅπερ ἀποκαλύπτεσθαι μέλλει τότε, ταῦτα ἐνταῦθα ἀφανίζεται πάντα, καὶ ἀπελεύσῃ μηδὲν ἐπισυρόμενος ὧν ἐπλημμέλησας. Ὥστε μείζονα λαμβάνεις, ἢ δίδως. Καὶ γὰρ πολλάκις ἡμαρτήκαμεν τοιαῦτα, ἃ μηδεὶς ἕτερος εἶδεν. Εἶτα ἐννοοῦντες ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην πρὸ τῶν ὀφθαλμῶν ἅπαντα κείσεται ἡμῶν τὰ ἁμαρτήματα ἐν τῷ κοινῷ τῆς οἰκουμένης θεάτρῳ, οὐ τῆς κολάσεως χαλεπώτερον ἀλγήσομεν πνιγόμενοι καὶ ἀγχόμενοι τῷ συνειδότι; Ἀλλὰ τὴν τοσαύτην σου αἰσχύνην, τὰ τοσαῦτα ἁμαρτήματα ἔστιν ἀπονίψασθαι διὰ τῆς εἰς τὸν πλησίον συγχωρήσεως. Καὶ, εἰ βούλεσθε, ἀκούσατε ταύτης τῆς ἐντολῆς τὴν δύναμιν· Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, φησὶν, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς. Ἀλλ' ὅμως, οὓς οὐκ ἠδύνατο Μωϋσῆς καὶ Σαμουὴλ ἐξαρπάσαι τῆς ὀργῆς τοῦ Θεοῦ, αὕτη δύναται ἐξαρπάσαι ἡ ἐντολή. ∆ιὰ τοῦτο ἐκείνοις, οἷς ταῦτα εἶπε, συνεχῶς παρεκέλευε λέγων· Κακίαν ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν· καὶ, Τὴν κακίαν τοῦ πλησίον ὑμῶν μὴ λογίζεσθε. Εἰ δὲ τοὺς ἐχθροὺς ἀγαπᾷν κελευόμεθα, ὅταν καὶ τοὺς φιλοῦντας μισῶμεν, ποίαν τίσομεν δίκην; Εἰ ὁ τὸν φιλοῦντα ἀγαπῶν, οὐδὲν πλέον ἔχει τῶν τελωνῶν· ὁ τὸν οὐδὲν ἀδικοῦντα μισῶν, 63.686 ποῦ στήσεται; πῶς δὲ ἐκφεύξεται γέενναν, τῶν ἐθνικῶν χείρων γενόμενος; Εἰ ὁ μὴ φιλῶν τὸν ἀδελφὸν, κἂν χρήματα κενώσῃ, κἂν ἐν μαρτυρίῳ διαλάμψῃ, οὐδὲν ἀνύει πλέον· ὁ πολεμῶν τῷ μηδὲν ἠδικηκότι, ἐννόησον πόσης ἂν εἴη τιμωρίας ἄξιος. Εἰ τοῖς τὰ εἰς αὐτοὺς μὴ συγχωροῦσιν ἁμαρτήματα, οὐκ ἀφίησιν ὁ Θεός· τοῖς τοὺς οὐδὲν ἠδικηκότας ἀδικεῖν ἐπιχειροῦσι, ποίαν ἄφεσιν δώσει; Τί τοίνυν μαχόμεθα πρὸς ἀλλήλους εἰκῆ, τί πολεμοῦμεν ἀλλήλοις, προστεταγμένοι καὶ τοὺς μισοῦντας φιλεῖν; τί λέγεις, ἄνθρωπε· ἐχθρὸν ἔχεις καὶ οὐ καταισχύνῃ; οὐ γὰρ ἀρκεῖ ἡμῖν ὁ διάβολος, ὅτι καὶ ὁμογενεῖς ἐπισπώμεθα; Εἴθε μήτε ἐκεῖνος ἠθέλησεν ἡμῖν πολεμεῖν, εἴθε μηδὲ ἐκεῖνος διάβολος ἦν. Οὐκ οἶσθα πόση ἡδονὴ μετὰ τὰς καταλλαγάς; Τί γὰρ, εἰ καὶ ἐν ἔχθρᾳ οὐ σφόδρα φαίνεται, Εἰ δὲ λέγεις ὅτι φλεγμαίνεις τῆς ὕβρεως μεμνημένος, ἀναμνήσθητι εἰ γέγονέ σοι καλὸν παρὰ τοῦ λελυπηκότος, καὶ ὅσα ἑτέροις σὺ διέθηκας κακὰ, καὶ ταχέως καταλύσεις τὴν ἔχθραν. Οὐδὲν γὰρ τοσοῦτον κακῶς ἔπαθες, ὅσον σαυτὸν ἐργάσῃ μνησικακῶν κακόν. Πῶς γὰρ ἐπιτεύξῃ συγγνώμης, ἧς ἑτέροις οὐ μεταδίδως; Ἑλλήνων παῖδες οὐδὲν μέγα