ἀνωτάτω πρόφα σιν ἐποιοῦντο τὸ χρῆμα, λέγοντες· "Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτῳ τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν." Ἐγὼ δὲ φαίην ἄν· Τρισμακάριοί ἐσμεν ἡμεῖς, παρ' αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος διδασκόμενοι τὸ ἀγαθὸν αὐτοῦ τὸ σωτήριον θέλημα, ἵνα τὴν εὐαγγε λικὴν ζωὴν πολιτευσάμενοι, συμβασιλεύσωμεν αὐτῷ. Ὅρα γὰρ, ὅπως ἡμᾶς μερίμνης ἐξίστησι περιττῆς, οὐχ ἁπλῶς, "μὴ μεριμνᾶτε," λέγων, προσεπάγων δὲ ὅτι "τῇ ψυχῇ ὑμῶν·" ἀντὶ τοῦ, Μὴ ἐσπουδασμέ νην ἐν τούτοις δαπανᾶτE. f. ροντίδα, ἀλλὰ τοῖς ὑπερ κειμένοις χαρίζεσθε τὰς σπουδάς. Ὑπέρκειται δὲ τροφῆς μὲν ψυχὴ, περιβλημάτων δὲ σῶμα. Καὶ ἄθρει πῶς οὐχ ἁπλῶς τὸ, "μὴ μεριμνᾶτε" τίθησιν, ἀλλὰ καὶ ἐνταῦθα λογισμοὺς ἀνακινεῖ ἐκ τῶν ὑπηργμένων ἡμῖν ἤδη. Ὁ γὰρ τὸ μεῖζον, φησὶ, δοὺς, πῶς τὸ ἔλατ τον οὐ δώσει; ὁ τὴν τρεφομένην σάρκα διαπλάσας, πῶς τὴν τροφὴν οὐ παρέξει; Ἀγῶνος τοίνυν προκει μένου τοῦ περὶ ψυχῆς καὶ σώματος, κολάσεώς τε καὶ δίκης ἐπηρτημένης τοῖς οὐκ ἐθέλουσι ζῇν ὀρθῶς, ἐῤῥίφθω φροντὶς ἡ ἐπ' ἀμφίοις καὶ τροφῇ. Ἄλλως τε τοὺς τῆς ἀρετῆς ἐραστὰς, πῶς οὐκ αἰσχρὸν μειρα κιωδῶς ἱματίοις ἐφήδεσθαι, καὶ τραπέζαις πολυτελέ σιν; Ἕψεται γὰρ τούτοις εὐθὺς καὶ ἡ τῶν ἑτέρων ἐπιθυμιῶν ἀγρία πληθύς· τοῦτο δέ ἐστιν ὄλισθος ἀπὸ Θεοῦ. Χρὴ τοίνυν ἡμᾶς ἐφίεσθαι μᾶλλον τῶν ἀρεσκόν 72.740 των Θεῷ· χορηγήσει γὰρ αὐτὸς τὰ δέοντα καὶ τὰ αὐτάρκη· ἀξιόχρεως δὲ ὁ ∆εσπότης, τοῦτό σοι σαφῶς ὑπισχνούμενος, καὶ ὡς ἀπό γε τῶν ἐλαττόνων, περὶ τῶν μειζόνων ἡμᾶς πληροφορῶν. 9Κατανοήσατε τὰ πετεινὰ τοῦ οὐρανοῦ, κ.τ.λ. (A f. 176 b, E f.134 b). Ὥσπερ εἰς εὐανδρίαν ἡμᾶς ἀναβιβάζων πνευματικὴν, ὡς ἀπό γε τῶν ἐν οὐδενὶ λόγῳ κειμένων πτηνῶν ἐποιεῖτο τὴν πληροφο ρίαν, λέγων· "Πολλῶν στρουθίων διαφέρετε ὑμεῖς·" οὕτω καὶ νῦν, ὡς ἀπό γε τῶν πτηνῶν, ἢ τῶν ἐν ἀγροῖς ἀνθῶν, ἱδρυμένην καὶ ἀκατάσειστον ἐνεργά ζεταί σοι τὴν πίστιν. Ἐνδοιάζειν δὲ ὅλως οὐκ ἐφίησιν ἡμᾶς, ὅτι πάντη τε καὶ πάντως τὴν παρ' αὐτοῦ χα ρίζεται φειδὼ, τὸ ἀνενδεὲς ἐφ' ἅπασι διδούς.(A f. 178, B f. 124, E f.134 b) Ἀληθὲς δὲ τὸ καὶ τὸν Σολομῶντα ἡττῆσθαι τῆς τῶν κρίνων περιβολῆς· τὰ γὰρ τῶν χρωμάτων ἄνθη, ποικίλα τε ὄντα καὶ πολυ ειδῆ, ἐν κρίνοις μὲν, καὶ ἐν ἑτέροις τισὶ τῶν φυομέ νων ἐν ἀγροῖς, ἀξιοθαύμαστον ἔχει τὴν ὥραν· τὸ δὲ πρὸς μίμησιν τὴν αὐτῶν ὑπό του τεχνουργούμενον, λείπεται πάντως ἐκείνων, καὶ μόλις ἔρχεταί πως τῆς ἀληθείας ἐγγύς. Εἰ τοίνυν τοῦθ' οὕτως ἔχει, πῶς οὐκ ἀληθὲς ὅτι οὐδὲ Σολομῶν, καίτοι φιλότιμος οὕτω γεγονὼς, ἐν ὅλῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἒν τούτων Ἀπόχρη τοιγαροῦν τοῖς σοφοῖς τὸ χρείας ἕνεκα καὶ μόνης εὐσχήμονα καὶ εὐπόριστον ἔχειν τὴν στολὴν, καὶ σιτίων λιτότητα μὴ ὑπεραίρουσαν τὸ ἀρκοῦν· ἀρκέσει δὲ τοῖς ἁγίοις ἡ ἐν Χριστῷ τροφὴ, ἡ πνευματικὴ δηλονότι καὶ θεία καὶ νοητὴ, καὶ ἡ μετὰ ταῦτα δόξα. Ἦν δὲ καὶ ἑτέρως ἀνάρμοστον, τοὺς ἑτέροις μέλλοντας ἔσεσθαι πολιτείας εὐαγοῦς ὑπο τύπωσιν καὶ ὑπογραμμὸν, εἰς ἐκεῖνα πίπτειν ἀτη μελῶς, ὧν αὐτοὺς ἀποφοιτᾷν συμβουλεύειν ἔδει, παιδαγωγοὺς ὄντας οἰκουμενικούς. Ἐπεβούλευσε δ' ἂν οὐ μετρίως καὶ τῇ τῶν ἱερῶν κηρυγμάτων σπουδῇ τε καὶ χρείᾳ, τὸ φροντίδος κοσμικῆς μεταποιεῖσθαι τοὺς μαθητάς. (A f. 178 b). Ἐπιῤῥίψωμεν τοίνυν ἐπὶ Κύριον τὴν φροντίδα· μὴ μεριμνήσωμεν τί φάγωμεν ἢ τί πίω μεν, ἢ τί περιβαλώμεθα· μὴ ἐν μικροῖς καὶ εὐτελέσι πράγμασιν ὁ μέγας ἡμῶν δαπανάσθω λογισμός· μὴ δοῦλον ἱματίου καὶ τροφῆς ἀπεργασώμεθα τὸν ἐλεύ θερον νοῦν· μεριμνάτω δὲ μᾶλλον ὅσα διασώζει ψυ χὴν, ὅσα πρὸς τὴν τῶν οὐρανῶν ἀναφέρει βασιλείαν ὅσα τοὺς στεφάνους ἡμῖν προξενεῖ· ἔργον τοῦτο τῇ ἀνθρώπου διανοίᾳ πρεπωδέστατον. Ἆρα γὰρ εἴ τις ἡμᾶς ἐρωτήσειε, τί μεῖζόν ἐστιν ἐν ἡμῖν, τί δὲ εἶναι τὸ κάλλιον ὑπειλήφαμεν, τροφὴν ἢ σῶμα, ἢ ψυχὴν, τίς οὕτως ἐστὶν ἠλίθιος, τίς δὲ οὕτως βραδὺς εἰς τὸ νοῆσαι τὰ χρήσιμα, ὡς μὴ εὐθὺς ἀποκρίνασθαι, τὴν