93
προσδοκῶντες, πολλάκις ἐπὶ ἀνεξικακίᾳ ἐφιλοσόφησαν· καὶ σὺ ὑπὲρ οὗ τὴν ψυχὴν ὁ Χριστὸς ἔδωκε, καὶ οὐδὲ σφαγῆναι παρῃτήσατο, ἐχθροῦ ὄντος, καὶ ἐπὶ τοιαύταις ἐλπίσι μέλλων ἀποδημεῖν, ἀναδύῃ καὶ ὀκνεῖς πρὸς τὸ καταλῦσαι τὴν ἔχθραν; Καὶ ὅπερ ὁ χρόνος ποιεῖ, τοῦτο οὐκ ἀνέχῃ πρὸ τοῦ χρόνου ποιῆσαι διὰ τὸν τοῦ Θεοῦ νόμον, ἀλλ' ἀμισθὶ μᾶλλον ἢ ἐπὶ μισθῷ βούλει σβεσθῆναι τὸ πάθος; Οὐδὲ γὰρ, ἂν ἀπὸ τοῦ χρόνου γένηται τοῦτο, ἔσται σοί τι πλέον, ἀλλὰ καὶ πολλὴ ἡ κόλασις, ὅτι ὅπερ ὁ χρόνος εἰργάσατο, τοῦτο ὁ τοῦ Θεοῦ νόμος οὐκ ἔπεισέ σε ποιῆσαι· ∆ιὰ γὰρ τοῦτο μάλιστά σοι μισθὸν ἄφατον πορίζει, ἵνα φθάσῃς ἐκεῖνον· ὡς, ἐὰν παρακληθεὶς καταλλαγῇς, οὐκ ἔτι τῆς τοῦ Θεοῦ προσταγῆς γέγονεν ἡ φιλία, ἀλλὰ τῆς ἐκείνου σπουδῆς· διὸ καὶ ἀστεφάνωτος ἀναχωρεῖς, ἐκείνου τὰ βραβεῖα λαμβάνοντος. Λῃσταὶ κοινωνοῦντές τισιν, οὐκέτι εἰσὶ λῃσταὶ πρὸς οὓς ἂν κοινωνήσωσιν, ἀλλὰ μεταβάλλει τὸν τρόπον ἡ τράπεζα, καὶ τοὺς τῶν θηρίων ἀγριωτέρους προβάτων ἡμερωτέρους ποιεῖ· ἡμεῖς δὲ τοιαύτης τραπέζης μετέχοντες, τοιαύτης κοινωνοῦντες τροφῆς, ὁπλιζόμεθα κατ' ἀλλήλων; καὶ πῶς οὐκ ἂν εἴημεν καὶ τῶν θηρίων χείρους; ∆ιά τοι τοῦτο ἡμεῖς μὲν ἀσθενέστεροι, ὁ δὲ πάντων ἡμῶν πολέμιος ἰσχυρότερος καθ' ἑκάστην γίνεται τὴν ἡμέραν. Οὐ γὰρ μετ' ἀλλήλων κατ' ἐκείνου φραττόμεθα, ἀλλὰ μετ' ἐκείνου κατ' ἀλλήλων ἱστάμεθα, καὶ αὐτῷ στρατηγῷ πρὸς τὰς τοιαύτας παρατάξεις κεχρήμεθα. Οὗ τὴν στρατηγίαν ἐκφύγοιμεν, χάριτι τοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ ΙΘʹ. Περὶ λύπης καὶ ἀθυμίας. Τὴν ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ
ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ' ἵνα φθείρωμεν ἑαυτοὺς, 63.686 ἀλλ' ἵνα τὰ μέγιστα κερδάνωμεν ἐξ αὐτῆς. Καιρὸς γὰρ ἀθυμίας, οὐχ ὅταν πάσχωμεν κακῶς, ἀλλ' ὅταν δρῶμεν κακῶς. Ἡμεῖς δὲ τὴν τάξιν ἀντεστρέψαμεν, καὶ τοὺς καιροὺς ἀντηλλαξάμεθα· καὶ ποιοῦντες μὲν 63.687 μυρία κακὰ, οὐδὲ πρὸς τὸ βραχὺ συστελλόμεθα· ἂν δὲ μικρόν τι παρά τινος πάθωμεν, καταπίπτομεν, καὶ ἰλιγγιῶμεν, καὶ ἀπαλλαγῆναι τοῦ παρόντος βίου εὐχόμεθα, οὐκ εἰδότες, ὅτι αἱ θλίψεις καὶ οἱ πειρασμοὶ καὶ τὰ συμβαίνοντα ἡμῖν ἀνιαρὰ τῶν χρηστῶν οὐχ ἧττον τὴν τοῦ Θεοῦ ἡμῖν κηδεμονίαν ἐνδείκνυνται. Καὶ τί λέγω τὰς θλίψεις τὰς ἐνθάδε; τῆς γὰρ βασιλείας τῆς τῶν οὐρανῶν οὐκ ἔλαττον ἡ τῆς γεέννης ἀπειλὴ παρίστησι τὴν φιλανθρωπίαν αὐτοῦ· εἰ γὰρ μὴ γέεννα ἠπείλητο, οὐκ ἄν τις ταχέως ἐπέτυχε τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν. Οὐδὲ γὰρ ἀρκεῖ μόνη ἡ τῶν χρηστῶν ἐπαγγελία προτρέψαι πρὸς ἀρετὴν, μὴ καὶ τοῦ φόβου τῶν δεινῶν ὠθοῦντος τοὺς ῥᾳθυμότερον πρὸς ἐκείνην διακειμένους. Ἄλλως τε καὶ διὰ τοῦτο λύπη καὶ ἀθυμία γεγένηται, οὐχ ἵνα ἐπὶ θανάτῳ, οὐδ' ἵνα ἐπὶ ζημίᾳ χρημάτων, οὐδὲ ἵνα ἐπ' ἄλλῳ τινὶ τῶν τοιούτων ἀλγῶμεν, ἀλλ' ἵνα εἰς τὴν τῶν ἁμαρτημάτων ἀναίρεσιν αὐτῇ καταχρώμεθα. Καὶ γὰρ στρατιώτης θάνατον δεδοικὼς οὐδὲν οὐδέποτε γενναῖον ἐργάσεται. Τὸν τοίνυν ἀλγοῦντα οὐχ ὑπὲρ ὧν κολάζεται, ἀλλ' ὑπὲρ ὧν ἁμαρτάνων παροξύνει τὸν Θεὸν, ἀλγεῖν δεῖ. Τοῦτο μὲν γὰρ ἀφίστησιν ἡμῶν τὸν Θεὸν καὶ ἐχθρὸν ποιεῖ· ἐκεῖνο δὲ καταλλάττει τε αὐτὸν ἡμῖν μάλιστα, καὶ ἐγγὺς ἡμῶν εἶναι παρασκευάζει. ∆ιὰ γὰρ τοῦτο εἰς τὸν παρόντα βίον ἐξηνέχθης, ἄνθρωπε, οὐχ ἵνα ἀργῶν τρέφῃ, οὐδ' ἵνα μὴ πάσχῃς μηδὲν δεινὸν, ἀλλ' ἵνα παθὼν λαμπρότερος ᾖς. Οὐ γὰρ ἀνδρὸς γενναίου τὸ τὴν ἄνεσιν ζητεῖν καὶ τρυφῆς ἀπολαύειν, ἀλλὰ σκώληκος ἀλόγου μᾶλλον ἡ ἐπιθυμία, ἢ λόγον ἔχοντος. Καὶ εὔχου μὲν μὴ ἐμπεσεῖν εἰς πειρασμόν· εἰ δέ ποτε ἐμβαίης, μὴ δυσχέραινε, μηδὲ θορυβοῦ, μηδὲ ταράττου, ἀλλ' ὅπως γένῃ λαμπρότερος, πάντα ποίει. Ἢ οὐχ ὁρᾷς τῶν στρατιωτῶν τοὺς ἀνδρειοτάτους, πῶς τῆς σάλπιγγος καλούσης πρὸς τὰ τρόπαια βλέπουσι, πρὸς τὰς νίκας, πρὸς τοὺς