ψυχήν; Ὅτε τοίνυν μείζων καὶ τροφῆς καὶ ἱματίου ψυχὴ, διὰ τί μὴ μᾶλλον ἐν τοῖς μείζοσιν ἀναλίσκο μεν τὴν φροντίδα, τιμῶμεν δὲ οὕτως τὸ ἔλαττον, καὶ πᾶσαν αὐτῷ χαριζόμεθα τὴν διάνοιαν; Μεριμνᾷς 72.741 ἱματίου καὶ τροφῆς; διὰ τί μὴ μᾶλλον μεριμνᾷς ὅπως διασωθῇς; Μεριμνᾷς τοῦ σώματος; διὰ τί μὴ μερι μνᾷς τῆς ψυχῆς;(A f. 178 b, B f. 124) Ὁ οὕτως ἀγαθὸς Κύριος, ὁ τὸ εὐτελέστατον ἀποτρέφων πετει νὸν, οὐ διαθρέψει τὸν κατ' εἰκόνα οἰκείαν γενόμενον; Ταύτῃτοι καὶ μάλα εἰκότως τὴν περὶ τὰ προκείμενα φροντίδα κατακιβδηλεύει σοφῶς ὁ Χριστὸς, τὰ ἔθνη τοῦ κόσμου ταῦτα λέγων ἐπιζητεῖν. Ἀναβιβάζει δὲ καὶ εἰς ἄμαχον πίστιν, τοῦ ὅτι πάντη τε καὶ πάντως ἔξουσι τὸ ἀνενδεὲς, εὖ εἰδότος ὧν εἰσιν ἐν χρείᾳ τοῦ Πατρὸς αὐτῶν, δῆλον δὲ ὅτι τοῦ ἐν οὐρανοῖς· φησὶ γάρ· "Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγετε, κ.τ.λ., ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν," κ.τ.λ. Ἐπὶ καιροῦ δὲ σφόδρα Πατέρα φησὶ τὸν Θεὸν, ἵνα εἰδεῖεν, ὅτι τῶν ἰδίων οὐκ ἂν ἐπιλάθοιτο τέκνων, ἀλλ' ἔσται χρηστὸς καὶ φιλόπαις περὶ αὐτούς. Ζητῶμεν τοίνυν μὴ τρο φὰς τὰς ἔξω λόγου καὶ περιττὰς, ἀλλ' ὅσα βλέπει πρὸς σωτηρίαν ψυχῆς· μὴ πολυτελὲς ἄμφιον, ἀλλ' ὅπως ἂν ἐξελώμεθα καὶ πυρὸς καὶ δίκης τὸ ἴδιον σῶμα, ζητοῦντες αὐτοῦ τὴν βασιλείαν. 9Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, κ.τ.λ.9 (A f. 180, δ φ. 51 b) Μικρὸν ποίμνιον τοὺς ἁγίους ὀνομάζει· ἐπειδὴ παράκειται μικρότης ἐν κόσμῳ τοῖς ἑκουσίως ἀκτήμοσι καὶ ἀχρημάτοις· τούτοις γὰρ εὐδόκησεν ὁ Πατὴρ δοῦναι τὴν βασιλείαν. Ὅθεν εὐθὺς ἐπειπὼν ἐδίδαξεν· "Πωλήσατε τὰ ὑπάρχοντα, καὶ δότε ἐλεημοσύνην," καὶ τὰ ἑξῆς. Ἢ μικρὸν ποίμνιον πρὸς τὸ μέγεθος τοῦ πλήθους τῶν ἀπίστων, ἢ καὶ διὰ τὴν ἑκούσιον ταπείνωσιν τοῦ τοιούτου ποιμνίου· ὃ κελεύει μὴ φοβεῖσθαι τὴν ἔνδειαν τῆς σωματικῆς χρείας. Εἰ γὰρ τὴν οὕτω μεγάλην καὶ ἐξαίρετον δί δωσιν ἀπόλαυσιν, ἤτοι τὴν βασιλείαν τῶν οὐρανῶν, δώσει πάντως καὶ τὰ τῇ σαρκὶ ἀναγκαῖα καὶ ζωαρκῆ. (A f. 180, B f. 124) Ἀντὶ τοῦ, Μὴ ἀπιστήσῃς, ὅτι πάντη τε καὶ πάντως χορηγήσει τὰ ζωαρκῆ τοῖς ἀγαπῶσιν αὐτὸν, ὁ ἐν οὐρανοῖς Πατήρ. Οὐ γὰρ περι όψεται τοὺς ἰδίους· ἀνοίξει δὲ μᾶλλον αὐτοῖς τὴν χεῖρα, τὴν ἀεὶ πληροῦσαν τὰ πάντα χρηστότητος. Καὶ ποία τούτων ἡ πίστις; "Εὐδόκησε, φησὶν, ὁ Πα τὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν." Ὁ δὲ τὰ οὕτω μεγάλα καὶ ἐξαίρετα διδοὺς, πῶς ὀκνήσει περὶ τὸ εἶναι χρηστὸς περὶ ἡμᾶς καὶ πλουσίως τὰ ἐπὶ γῆς παρέχειν ἡμῖν ἀγαθά; Ἵνα οὖν, φησὶ, τὴν βασι λείαν τῶν οὐρανῶν κατακτήσησθε, τῶν ἐπὶ γῆς χρημάτων καταφρονήσατε. Μικρὸν δὲ ποίμνιον ὀνο μάζει τοὺς ἐπὶ τῆς γῆς· ἡττώμεθα γὰρ τῆς τῶν ἀγγέλων πληθύος ἀμετρήτου οὔσης, καὶ ἀσυγκρίτως πλεονεκτούσης τὰ καθ' ἡμᾶς. Καὶ τοῦτο πάλιν αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Σωτὴρ, τὴν ἐν τοῖς Εὐαγγελίοις πα ραβολὴν ἄριστα συντεθεικώς· ἔφη γὰρ, ὅτι "Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἔξει ἑκατὸν πρόβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐκ ἀφήσει τὰ ἐνενηκον ταεννέα ἐπὶ τὰ ὄρη, καὶ πορευθεὶς ζητεῖ τὸ πλανώ μενον; Καὶ ἐὰν γένηται εὑρεῖν αὐτὸ, ἀμὴν λέγω 72.744 ὑμῖν. ὅτι χαίρει ἐπ' αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἐνενη κονταεννέα τοῖς μὴ πεπλανημένοις." Ἄθρει δὴ οὖν ὅπως, ὅταν εἰς δεκάδας δέκα τῶν λογικῶν κτισμά των ὁ ἀριθμὸς ἐκτείνηται, ὡς ἒν ἐν τοῖς ἑκατὸν τὸ ἐπὶ γῆς ἐστι ποίμνιον· ἀλλ' εἰ καὶ μικρὸν τοῦτο, καὶ φύσει, καὶ ἀριθμῷ, καὶ δόξῃ πρὸς τὰς ἀμετρή τους τῶν ἄνω πνευμάτων ἀγέλας, ἀλλ' ἡ τοῦ Πατρὸς ἀγαθότης, πάντα λόγον ὑπερεκτείνουσα, δέδωκε καὶ αὐτῷ τῶν ὑπερκειμένων πνευμάτων τὸν κλῆρον, τουτέστι τὴν τῶν οὐρανῶν βασιλείαν. 9Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεη μοσύνην.9 (A f. 180, Ε f. 201 b) Φορτικὴ μὲν ἴσως τοῖς ἐν πλούτῳ ἡ ἐντολή· ὡς γὰρ αὐτός που πάλιν φησὶ, δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Πλὴν τοῖς ἀρτίφροσιν οὐκ ἀνόνητος ἡ ἐντολή· θησαυρίζουσιν ἑαυτοῖς τὴν εἰς τὸ μέλλον ἐλπίδα· πρόσκαιρος γὰρ ὁ παρὼν βίος