94
πλάνην τὴν πολύθεον τῇ γνώσει τοῦ ἐπὶ πάντων θεοῦ φύραντες 10.4.33 οὐδέ γε τὸ ψεῦδος ἅμα τῷ ἀληθεῖ συγχέαντες; ἀλλὰ μήπω ταῦτα, ἐκεῖνα δέ μοι πρῶτα δίελθε, δι' ὧν Ἕλληνες τὰ πάντα σεσυληκέναι βαρβάρους, οὐ μόνα τὰ φιλόσοφα μαθήματα, ἀλλὰ καὶ τὰς κοινὰς καὶ βιωφελεῖς εὑρέσεις ἀπελέγχονται.
10.5.1 εʹ. ΩΣ ΤΑ ΠΑΝΤΑ ΠΑΡΑ ΒΑΡΒΑΡΩΝ ΕΛΛΗΝΕΣ ΩΦΕΛΗΝΤΑΙ
Πρῶτος τοιγαροῦν ὁ τὰ κοινὰ γράμματα, αὐτὰ δὴ τὰ πρῶτα τῆς γραμματικῆς στοιχεῖα, Ἕλλησιν εἰσηγησάμενος Κάδμος, τὸ γένος Φοῖνιξ ἦν, ὅθεν 10.5.2 καὶ Φοινικήια τὰ γράμματά τινες τῶν παλαιῶν ἐπικεκλήκασιν. εἰσὶ δὲ οἳ Σύρους γράμματα ἐπινοῆσαι πρώτους λέγουσι. Σύροι δ' ἂν εἶεν καὶ Ἑβραῖοι τὴν γείτονα Φοινίκης καὶ αὐτὴν τὸ μὲν παλαιὸν Φοινίκην, μετέπειτα δὲ Ἰουδαίαν, καθ' ἡμᾶς δὲ Παλαιστίνην ὀνομαζομένην οἰκήσαντες, ὧν καὶ μάλιστα οὐκ ἀλλοτρία φαίνεται ἡ τῶν Ἑλληνικῶν γραμμάτων φωνή. 10.5.3 ἕκαστον γοῦν τῶν στοιχείων παρ' αὐτοῖς κατά τινος σημαντικῆς διανοίας 10.5.3 τὴν προσηγορίαν φέρει, ὅπερ οὐκ ἔνεστιν εὑρεῖν παρὰ τοῖς Ἕλλησι· διὸ 10.5.4 καὶ μάλιστα μὴ ὄντα ἴδια Ἑλλήνων ὁμολογεῖται. ἔστι δὲ τὰ πάντα παρ' Ἑβραίοις στοιχεῖα δύο καὶ εἴκοσιν, ὧν τὸ μὲν πρῶτόν ἐστιν Ἄλφ, ὃ μεταληφθὲν εἰς τὴν Ἑλλάδα φωνὴν λέγοιτ' ἂν «μάθησις»· τὸ δὲ δεύτερον Βήθ, ὃ μεθερμηνεύεται «οἴκου»· τὸ τρίτον Γίμελ, ὅ ἐστι «πλήρωσις»· τὸ τέταρτον ∆έλθ, ὃ σημαίνει «δέλτων»· τὸ πέμπτον Η, ὅ ἐστιν «αὕτη»· ὁμοῦ δὲ τὰ πάντα ἀπαρτίζει τοιαύτην τινὰ διάνοιαν· «μάθησις οἴκου, πλήρωσις δέλτων αὕτη». 10.5.5 εἶτα μετὰ ταῦτά ἐστι στοιχεῖον ἕκτον, λεγόμενον παρ' αὐτοῖς Οὐαῦ, ὅ ἐστιν «ἐν αὐτῇ»· ἔπειτα Ζαΐ, ὅ ἐστι «ζῇ»· μεθ' ὃ Ἥθ, ὅ ἐστιν «ὁ ζῶν»· ἵν' ᾖ τὸ ὅλον 10.5.6 «ἐν αὐτῇ ζῇ ὁ ζῶν»· μετὰ ταῦτα στοιχεῖον ἔνατον τὸ Τήθ, ὅ ἐστι «καλή»· ἔπειτα Ἰώθ, ὃ ἑρμηνεύεται «ἀρχή»· ὁμοῦ τὰ δύο «καλὴ ἀρχή»· ἐπὶ τούτοις Χάφ, ὅ ἐστιν «ὅμως»· ἔπειτα Λάβδ, ὅ ἐστι «μάθε»· τὸ ὅλον «ὅμως μάθε». 10.5.7 μετὰ ταῦτα τρισκαιδέκατον στοιχεῖόν ἐστι τὸ Μήμ, ὅ ἐστιν «ἐξ αὐτῶν»· ἔπειτα Νοῦν, ὅ ἐστιν «αἰωνία»· εἶτα Σάμχ, ὃ ἑρμηνεύεται «βοήθεια»· ἵν' ᾖ τὸ 10.5.8 λεγόμενον «ἐξ αὐτῶν αἰωνία βοήθεια». ἐπὶ τούτοις τὸ Ἄϊν, ὃ μεταληφθὲν σημαίνει «πηγὴν ἢ ὀφθαλμόν»· ἔπειτα τὸ Φῆ, ὃ «στόμα»· εἶθ' ἑξῆς τὸ Σάδη, ὃ «δικαιοσύνην»· ὧν ἡ διάνοιά ἐστι «πηγὴ ἢ καὶ ὀφθαλμὸς καὶ στόμα δικαιοσύ10.5.9 νης». μετὰ ταῦτα στοιχεῖόν ἐστι Κώφ, ὃ ἑρμηνεύεται «κλῆσις»· ἔπειτα Ῥής, ὅ ἐστι «κεφαλή»· καὶ μετὰ ταῦτα Σέν, ὅπερ ἐστὶν «ὀδόντες»· ἐπὶ πᾶσι τὸ εἰκοστὸν δεύτερον στοιχεῖον καλεῖται παρ' αὐτοῖς Θαῦ, ὃ δηλοῖ «σημεῖα». 10.5.10 ἔχοι δ' ἂν ἡ διάνοια· «κλῆσιν κεφαλῆς καὶ ὀδόντων σημεῖα». καὶ παρὰ μὲν Ἑβραίοις τοιάδε τίς ἐστιν ἡ τῶν στοιχείων μετάφρασις καὶ ἑρμηνεία, λόγου διάνοιαν ἀπαρτίζουσα τῇ τῶν στοιχείων μαθήσει τε καὶ ἐπαγγελίᾳ προσήκουσαν. τὸ ὅμοιον δ' οὐκ ἂν εὕροις καὶ παρ' Ἕλλησιν, ὅθεν, ὡς ἔφην, ὁμολογεῖν ἀνάγκη μὴ ὄντα οἰκεῖα Ἑλλήνων, παραπεποιημένα δὲ ἄντικρυς 10.5.11 ἀπὸ τῆς βαρβάρου φωνῆς. καὶ ἐξ αὐτῆς δὲ ἐλέγχεται τῆς καθ' ἕκαστον στοιχεῖον ἐπωνυμίας. τί γὰρ τοῦ Ἄλφ τὸ Ἄλφα διενήνοχεν; ἢ τοῦ Βὴθ τὸ Βῆτα; ἢ τοῦ Γάμμα τὸ Γίμελ; ἢ τοῦ ∆ὲλθ τὸ ∆έλτα; ἢ τοῦ Η τὸ Ε; ἢ τοῦ Ζαῒ τὸ Ζῆτα; ἢ τοῦ Τὴθ τὸ Θῆτα; καὶ ὅσα τούτοις παραπλήσια. 10.5.12 ὥστε ἀναμφίλεκτον εἶναι τὸ μὴ Ἑλλήνων οἰκείας εἶναι τὰς τοιάσδε φωνάς· Ἑβραίων ἄρα, παρ' οἷς καὶ σημαῖνόν τι ἕκαστον αὐτῶν ἀποδείκνυται. παρὰ δὲ τούτοις πρώτοις ἀρξάμενα προῆλθεν εἴς τε ἄλλους καὶ δὴ καὶ εἰς Ἕλληνας. ταῦτα μὲν οὖν μοι περὶ τῶν πρώτων στοιχείων εἰρήσθω. τῆς δ' αὐτῆς ἡμῖν ὑποθέσεως ἐφαψάμενος καὶ ὁ Κλήμης ἐπάκουσον ἅ φησιν·