94
κατωρθωκότας τῶν προγόνων; Καὶ σὺ τοίνυν τῆς σάλπιγγος ἠχούσης τῆς πνευματικῆς, στῆθι λέοντος σφοδρότερος· ἔμβηθι, κἂν πῦρ ᾖ, κἂν σίδηρος· οἶδε καὶ τὰ στοιχεῖα τοὺς οὕτως ἀνδρείους αἰδεῖσθαι· οἶδε καὶ τὰ θηρία τοὺς οὕτω γενναίους δεδοικέναι· κἂν ὑπὸ λιμοῦ, κἂν ὑπὸ τῆς φύσεως αὐτῆς ἀγριαίνηται, πάντων ἐπιλανθάνεται καὶ κρατεῖ τοῦ πάθους. Τὸν Χριστιανὸν οὖν, εἴποτε λυποῖτο, δύο μόνον ὑποθέσεις ἀθυμίας ἔχειν δεῖ· ἢ ὅταν αὐτὸς, ἢ ὅταν ὁ πλησίον προσκρούσῃ Θεῷ. Τοὺς οὖν κακηγορουμένους οὐκ ἀγωνιᾷν δεῖ καὶ τρέμειν, ἀλλὰ τοὺς κακηγοροῦντας· οὐ γὰρ ἐκεῖνοι ἀναγκάζονται ἀπολογεῖσθαι ὑπὲρ ὧν κακῶς ἤκουσαν, ἀλλ' οὗτοι ὑπὲρ ὧν κακῶς εἶπον· τούτοις γὰρ ἀποκρέμαται ὁ κίνδυνος ἅπας. Ὥστε τοὺς μὲν κακῶς ἀκηκοότας ἀμερίμνους δεῖ εἶναι· οὐ γὰρ παρέξουσιν εὐθύνας ὑπὲρ ὧν ἕτερος εἶπε κακῶς· τοὺς δὲ εἰρηκότας ἀγωνιᾷν καὶ τρέμειν, ἅτε αὐτοὺς μέλλοντας εἰς τὸ φοβερὸν δικαστήριον ὑπὲρ τούτων ἕλκεσθαι. ∆ιὰ τοῦτο μὴ τῷ κακῶς ἀκούειν ἀλγῶμεν, ἀλλὰ τῷ δικαίως ἀκούειν κακῶς· ἂν μὲν γὰρ ἐν πονηρίᾳ ζῶμεν, κἂν μηδεὶς ὁ κακηγορῶν ᾖ, πάντων ἐσμὲν ἀθλιώτεροι· ἂν δὲ ἀρετῆς ἐπιμελώμεθα, κἂν ἡ οἰκουμένη λέγῃ κακῶς, τότε πάντων ἐσόμεθα ζηλωτότεροι. Ἐὰν γὰρ ἡ διάνοια καλῶς ἡμῖν ᾖ κατεσκευασμένη, κἂν μυρίοι πανταχόθεν ἐγείρωνται χειμῶνες, ἐν γαλήνῃ καὶ λιμένι καθεδούμεθα διαπαντός. Ὥσπερ οὖν οὐκ εὖ ἐχούσης αὐτῆς, κἂν ἐξ οὐρίων ἡμῖν ἅπαντα φέρηται, τῶν ἐν ναυαγίοις ὄντων οὐδὲν ἄμεινον διακεισόμεθα. Τοῦτο καὶ ἐπὶ τῶν σιτίων ἔστιν ἰδεῖν. Ὅταν μὲν γὰρ 63.688 ἰσχυρὸν καὶ ἐῤῥωμένον ἡμῖν τὸ σῶμα τῆς γαστρὸς ᾖ, πᾶν ὅπερ ἂν δέχηται, κἂν σκληρὸν ᾖ, κἂν αὐτοακατέργαστον, πρὸς καθαρὸν αὐτὸ μετασχηματίζει χυμὸν, τῆς φυσικῆς κράσεως περιγινομένης τῆς ἐν τῷ σιτίῳ κακίας· ὅταν δὲ ὁ τόνος αὐτοῦ καταλελυμένος ᾖ καὶ χαῦνος, κἂν τὸ πάντων εὐχυμότερον αὐτῇ προσενέγκῃς ἔδεσμα, εἰς τὸ χείριστον αὐτὸ μετεῤῥύθμισε καὶ διέφθειρε, τῆς ἀσθενείας τὴν ἀρετὴν αὐτοῦ λυμαινομένης. Οὐ γὰρ ἔστι ψυχὴν ὀδυνωμένην καὶ νέφει κατεχομένην ἀθυμίας δυνηθῆναι μετὰ προθυμίας ἢ ἀκοῦσαί τι τῶν λεγομένων χρησίμως, ἢ εἰπεῖν. Τῶν γὰρ ὀδυνωμένων αἱ ψυχαὶ οὐ θέλουσι μακροὺς ἀποτείνειν λόγους, ἀλλ' ὥσπερ νεφέλη τις πυκνὴ γενομένη, καὶ τὴν ἡλιακὴν ἀκτῖνα ὑποδραμοῦσα, ἀποστρέφει τὴν αὐτὴν ἅπασαν εἰς τὰ ὀπίσω· οὕτω δὴ καὶ ἀθυμίας νέφος, ἐπειδὰν στῇ πρὸ τῆς ψυχῆς τῆς ἡμετέρας, οὐκ ἀφίησιν αὐτῇ εὔκολον γενέσθαι τὴν τοῦ λόγου διάβασιν, ἀλλ' ἀποπνίγει καὶ συνέχει μετὰ πολλῆς ἀνάγκης ἔνδον αὐτόν. Καὶ τοῦτο οὐκ ἐπὶ τῶν λεγόντων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀκουόντων γίνεται. Ὥσπερ γὰρ ἀπὸ τῆς τοῦ λέγοντος ψυχῆς οὐκ ἀφίησιν ἐκπηδῆσαι μετ' εὐκολίας, οὕτως οὐδὲ εἰς τὴν τῶν ἀκουόντων διάνοιαν ἐμπεσεῖν συγχωρεῖ, μετὰ τῆς οἰκείας δυνάμεως. Καὶ γὰρ καὶ οἱ τοῦ Ἰὼβ φίλοι πρὸς τοῦτον παραγενόμενοι, καὶ τὴν τραγῳδίαν τῆς οἰκίας ἐκείνης ἰδόντες, καὶ τὸν δίκαιον ἐπὶ τῆς κοπρίας ἐκείνης καθήμενον καὶ ἡλκωμένον, διέῤῥηξάν τε τὰ ἱμάτια καὶ ἀνῴμωξαν, καὶ σιγῇ παρεκάθηντο, δηλοῦντες, ὅτι οὐδὲν οὕτως ἐπιτήδειον παρὰ τὴν ἀρχὴν τοῖς ὀδυνωμένοις, ὡς ἡσυχία καὶ σιγή. Μάθε τοίνυν ὡς ὁ συγχωρήσας τὸν πειρασμὸν γενέσθαι, αὐτὸς οἶδε καὶ τὸν καιρὸν τῆς λύσεως τοῦ πειρασμοῦ. ∆υνατὸς γὰρ ὁ Θεὸς ἅπαντα λῦσαι τὰ δεινὰ, ἀλλὰ ἕως ἂν ἴδῃ γενομένην ἐπιστροφὴν, οὐ καταλύει τὴν θλῖψιν. Καὶ θαύμαζε τοὺς πειραζομένους, καὶ γενναίως τοὺς πειρασμοὺς ὑπομένοντας, καθάπερ τοὺς παῖδας τοὺς τρεῖς, οὓς οὐδεὶς ἂν ἐθαύμασε μὴ κατακαέντας, εἰ πόῤῥω τῆς Βαβυλωνίας ἦσαν καμίνου. Τὸ γὰρ ἐκπλῆξαν ἅπαντας τοῦτό ἐστιν, ὅτι τῷ πυρὶ τοσοῦτον ὁμιλήσαντες χρόνον, τῶν οὐχ ὁμιλησάντων ἐξέβησαν ἀλυπότεροι. Οὕτω καὶ ἐπὶ τῶν ἁγίων ἔστιν εἰπεῖν, ὅτι εἰ μηδεὶς αὐτοῖς ἐπήγετο πειρασμὸς, οὐκ ἂν αὐτοὺς ἐθαυμάσαμεν διηνεκῶς χαίροντας. Καίτοι γὰρ μυρίοις κυκλούμενοι κύμασι πάντοθεν, τῶν γαλήνης καθαρᾶς ἀπολαυόντων ῥᾷον διέκειντο. Εἰ μὲν γὰρ μηδὲν ἦν τὸ λυποῦν, οὐκ ἦν αὐτοῖς μέγα τὸ δύνασθαι διηνεκῶς χαίρειν· τὸ δὲ πολλῶν ἐπικειμένων τῶν εἰς ἀθυμίαν