95
10.6.1 ʹ. ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΩΝ ΚΛΗΜΕΝΤΟΣ
«Ἰατρικὴν δὲ Ἆπιν Αἰγύπτιον, μετὰ δὲ ταῦτα Ἀσκληπιὸν αὐξῆσαι τὴντέχνην ἱστοροῦσιν. Ἄτλας δὲ ὁ Λίβυς πρῶτος ναῦν ἐναυπηγήσατο καὶ τὴν θά10.6.2 λασσαν ἔπλευσε. καὶ ἀστρολογίαν δὲ πρῶτοι εἰς ἀνθρώπους ἐξήνεγκαν Αἰγύ πτιοι, ὁμοίως δὲ καὶ Χαλδαῖοι. εἰσὶ δὲ οἳ Κᾶρας τὴν δι' ἀστέρων πρόγνωσιν ἐπι10.6.3 νενοηκέναι λέγουσι. πτήσεις δὲ ὀρνίθων παρεφύλαξαν πρῶτοι Φρύγες. καὶ θυτικὴν ἠκρίβωσαν Τοῦσκοι, Ἰταλίας γείτονες. Ἴσαυροι δὲ καὶ Ἄραβες ἐξεπόνησαν τὴν οἰωνιστικήν, ὥσπερ ἀμέλει Τελμισσεῖς τὴν δι' ὀνείρων μαντικήν. 10.6.4 Τυρρηναῖοι δὲ σάλπιγγα ἐπενόησαν καὶ Φρύγες αὐλόν· Φρύγες γὰρ ἤστην Ὀλυμπός τε καὶ Μαρσύας. λύχνους τε αὖ καίειν πρῶτοι κατέδειξαν Αἰγύπτιοι καὶ τὸν ἐνιαυτὸν εἰς δώδεκα μῆνας διεῖλον καὶ ἐν ἱεροῖς γυναιξὶ μίσγεσθαι ἐκώ10.6.5 λυσαν μηδὲ εἰς ἱερὰ εἰσιέναι ἀπὸ γυναικῶν ἀλούτους ἐνομοθέτησαν. γεωμετρίας τε αὖ εὑρεταὶ οἱ αὐτοὶ γεγόνασι. Κέλμις τε καὶ ∆αμναμενεὺς οἱ τῶν Ἰδαίων ∆άκτυλοι πρῶτοι ἐν Κύπρῳ σίδηρον εὗρον. ∆έλας δὲ ἄλλος Ἰδαῖος εὗρε 10.6.6 χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης. ναὶ μὴν Θρᾷκες πρῶτοι τὴν καλουμένην ἅρπην εὗρον ἔστι δὲ μάχαιρα καμπύλη καὶ πρῶτοι πέλταις ἐπὶ τῶν ἵππων ἐχρήσαντο. ὁμοίως δὲ καὶ Ἰλλυριοὶ τὴν καλουμένην πέλτην ἐξεῦρον. ἔτι φασὶ Τουσκανοὺς πλαστικὴν ἐπινοῆσαι· Ἴτανόν τε Σαυνίτης οὗτος ἦν 10.6.7 πρῶτον θυρεὸν κατασκευάσαι. Κάδμος γὰρ ὁ Φοῖνιξ λιθοτομίαν τε ἐξεῦρε καὶ μέταλλα χρυσοῦ τὰ περὶ τὸ Πάγγαιον ὄρος ἐπενόησεν. ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππαδόκαι πρῶτοι εὗρον τὴν νάβλαν καλουμένην, ὃν τρόπον καὶ τὸ 10.6.8 δίχορδον Ἀσσύριοι. Καρχηδόνιοι γὰρ πρῶτοι τετρήρη κατεσκεύασαν, ἐναυπήγησε δὲ αὐτὴν Βόσπορος αὐτόχθων. Μήδειά τε, ἡ Αἰήτου ἡ Κολχίς, 10.6.9 πρώτη τριχῶν βαφὴν ἐπενόησεν. ἀλλὰ καὶ Νώροπες ἔθνος ἐστὶ Παιονι κόν, νῦν δὲ Νωρικὸν καλοῦνται κατειργάσαντο χαλκὸν καὶ σίδηρον ἐκάθηραν 10.6.10 πρῶτοι. Ἄμυκός τε ὁ Βεβρύκων βασιλεὺς ἱμάντας πυκτικοὺς εὗρε. περί τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησεν· οἵ τε 10.6.11 Τρωγλοδύται καλούμενοι σαμβύκην εὗρον, ὄργανον μουσικόν. φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ἄγνιν τὸν καὶ αὐτὸν Φρύγα· κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ μιξολύδιον Μαρσύαν τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας· καὶ τὴν ∆ώριον Θά10.6.12 μυριν ἐπινοῆσαι τὸν Θρᾷκα. Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι τούς τε Σιδωνίους τρίκροτον ναῦν κατασκευάσαι. Σικελοί τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον οὐ πολὺ τῆς 10.6.13 κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν. ἐπί τε Σεμιράμεως βασιλέως Ἀσσυρίων τὰ βύσσινα ἱμάτια εὑρῆσθαι ἱστοροῦσι. καὶ πρώτην ἐπιστολὰς συντά10.6.14 ξαι Ἄτοσσαν, τὴν Περσῶν βασιλεύσασαν, φησὶν Ἑλλάνικος. Σκάμμων μὲν οὖν ὁ Μιτυληναῖος καὶ Θεόφραστος ὁ Ἐρέσιος Κύδιππός τε ὁ Μαντινεὺς ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος, ἀλλὰ καὶ Στράτων ὁ Περιπατητικὸς ἐν τοῖς Περὶ εὑρεμάτων ταῦτα ἱστόρησαν. παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ βιωφελοῦς φύσεως, παρ' ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται.» 10.6.15 Ταῦτα ῥήμασιν αὐτοῖς ὁ Κλήμης ἐν Στρωματεῦσι. τοῖς δ' εἰρημένοις δοκῶ μοι εὖ ἔχειν ἐπισυνάψαι καὶ τὰ ἀπὸ τῆς Ἰωσήπου τοῦ Ἑβραίου γραφῆς, ἣν Περὶ τῆς Ἰουδαίων ἀρχαιότητος ἐν δυσὶν ἐπραγματεύσατο βιβλίοις, περὶ τοῦ νέους γεγονέναι τοὺς Ἕλληνας καὶ παρὰ βαρβάρων ὠφελῆσθαι