ὡς ἐκ πανηγύρεως ὁ Χριστός· δι' οὗ διαδείκνυται σαφῶς, ὡς ἔστιν ἀεὶ τὸ Θεῖον ἐν ταῖς αὐτῷ πρεπούσαις ἑορταῖς· ἐκεῖ γὰρ ὅλως τὸ κατηφὲς οὐδαμοῦ· λυπεῖ γὰρ οὐδὲν τὴν ἀκήρατον φύσιν.(A f. 182) "Ὅταν, φησὶν, ἐλθὼν εὐζώνους εὕρῃ καὶ ἐγρηγορότας, καὶ πεφωτισμένην ἔχοντας τὴν καρδίαν, τότε δὴ, τότε μακαρίους ἀποφανεῖ." Περιζώσεται γὰρ καὶ διακονήσει αὐτοῖς. ∆ι' οὗπερ ἔνεστι μαθεῖν, ὅτι τοῖς ἴσοις ἡμᾶς ἀνταμείψεται, καὶ οἷον καμόντας ἀνακτήσεται, τρυφὰς ἡμῖν παραθεὶς τὰς πνευματικὰς, καὶ ἀμφιλαφῆ τῶν παρ' ἑαυτοῦ χαρισμάτων ἁπλώσας τράπεζαν. 9Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, κ.τ.λ.9 (A f. 182) Ἐνταῦθά μοι βλέπε τὸ τῆς θείας ἡμερό τητος πλάτος, καὶ τῆς εἰς ἡμᾶς γαληνότητος τὴν ὑπερβολήν. Οἶδε γὰρ, οἶδε τὸ πλάσμα ἡμῶν, καὶ εὐ όλισθον τῆς ἀνθρώπου διανοίας εἰς ἁμαρτίαν. Οἶδεν ὅτι τετυράννευκε καθ' ἡμῶν τῆς φιλοσαρκίας ἡ δύ ναμις, καὶ ὁ τοῦ παρόντος βίου περισπασμὸς μονον ουχὶ καὶ οὐχ ἑκόντας καταβιάζεται, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποφέρων τὸν νοῦν. Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἀπογινώσκειν οὐκ ἐᾷ, κατοικτείρει δὲ μᾶλ 72.748 λον, καὶ σωτηρίας φάρμακον ἔδωκεν ἡμῖν τὴν μετά γνωσιν. ∆ιὰ τουτό φησι· "Κἂν ἐν τῇ δευτέρᾳ, κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως ποιοῦντας, μακάριοί εἰσιν ἐκεῖνοι." Ἐθελήσεις δὲ πάντως εἰ δέναι σαφῶς, τί δὴ τοῦτό ἐστι. Μερίζουσι τοίνυν τὴν νύκτα τινὲς εἰς τρεῖς ἢ εἰς (δ φ. 51) τέσσαρας φυ λακάς· οἱ γὰρ τοῖς τείχεσι τῶν πόλεων ἐγκαθήμενοι, καὶ τὰς τῶν πολεμίων τηροῦντες ἐφόδους, τρεῖς ἢ τέσσαρας ὥρας διαγρηγορήσαντες, παραπέμπουσιν εἰς ἑτέρους τὴν φυλακὴν καὶ ἐγρήγορσιν. Τρεῖς τοίνυν εἰσὶ καὶ παρ' ἡμῖν ἡλικίαι· πρώτη μὲν καθ' ἥν ἐσμεν ἔτι παῖδες ἄνηβοι, δευτέρα δὲ καθ' ἣν νεα νίαι, καὶ τρίτη καθ' ἣν πρεσβύται. Ἀλλ' ἡ μὲν πρώτη, καθ' ἣν ἔτι παῖδές ἐσμεν, οὐκ εὐθύνεται παρὰ Θεοῦ, ἀξιοῦται δὲ συγγνώμης· ἥ γε μὴν δευτέρα καὶ ἡ τρίτη ὀφείλει τῷ Θεῷ τὴν ὑπακοὴν, καὶ τὸ διαζῇν ὁσίως, κατὰ τὸ αὐτῷ δοκοῦν· οὐκοῦν κἂν εἴ τις καταληφθείη τυχὼν ἐν ἐγρηγόρσει, καὶ οἷον ἐν εὐζωνότητι νέος ὢν ἔτι, κἂν εἴτουν τὴν πρε σβυτικὴν ἔχων ἡλικίαν, μακάριος ἔσται· τεύξεται γὰρ τῶν ἐπηγγελμένων παρὰ Χριστοῦ.(A f. 182 b) Ὅτι δὲ τὸ μὴ ἐγρηγορέναι ἐπιζήμιον, εὖ μάλα παραδείκνυσι διὰ τοῦδε τοῦ παραδείγματος· ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητής· "Ἥξει ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης· ἐν ᾗ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσόμενα λυθήσεται· γῆ δὲ καὶ τὰ ἐν αὐτῇ κατακαήσεται πάντα· καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν, κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσ δοκῶμεν." Προσεπάγει δὲ τούτοις· "Τούτων δὲ πάντων λυομένων, ποταποὺς δεῖ εὑρεθῆναι ἡμᾶς [ιτα Cod.9 νον ὑμᾶς] ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ;" Οἶδε γὰρ ὅλως οὐδεὶς τὸν τῆς συντελείας καιρόν. 9Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέ γεις, ἢ καὶ πρὸς πάντας;9 (A f. 183) Ἐρωτᾷ Πέτρος εἰ πρὸς πάντας εἶπεν ὁ Κύριος τὴν περὶ τῶν λύχνων παραβολήν. Ἆρα, φησὶ, γενικὸς ὁ νόμος, καὶ ἐν ἴσῳ μέτρῳ κατὰ πάντων ἔρχεται, ἢ μόνοις ἂν πρέποι τοῖς τῶν ἄλλων ἐξῃρημένοις; Εἶτα, τί τὸ θορυβῆσάν ἐστι τὸν σοφώ τατον μαθητήν; ἢ τί παρεκίνησαν εἰς τὸ θελῆσαι μαθεῖν τὰ τοιάδε παρὰ Χριστοῦ; Οὐκοῦν ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων ἐροῦμεν· τῶν ἐντολῶν αἱ μὲν ἀποστολικοῖς πρέπουσιν ἀξιώμασιν· αἱ δὲ τοῖς τὴν μείω [Cod. μείζω] τάξιν ἐπέχουσι. Καὶ τοῦτο ἔστιν ἰδεῖν ἀληθὲς ὂν καὶ οὕτως ἔχον, ὡς ἔφην, γεγρα φότος τισὶ τοῦ μακαρίου Παύλου· "Γάλα ὑμᾶς ἐπό τισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε, ἀλλ' οὐδὲ νῦν ἔτι δύνασθε." Τελείων γάρ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν ἐχόντων τὰ αἰσθητήρια γεγυμνα σμένα πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ· τοῖς γὰρ τὴν διάνοιαν ἔχουσιν εὐσθενῆ, πρέποι ἂν εἰκότως τὰ μεγάλα καὶ ἐξαίρετα τῶν ἁγιοπρεπῶν ἐνταλμάτων· τοῖς δὲ οὔπω πρὸς τοῦτο ἐληλακόσιν ἰσχύος πνευμα τικῆς, τὰ δυσχερείας ἁπάσης ἀπηλλαγμένα. Ἐν νοήσας τοίνυν ὁ μακάριος Πέτρος τῶν εἰρημένων παρὰ Χριστοῦ τὴν