1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

96

τινες, ἀλλ' εἰ καλῶς καὶ δικαίως· κἂν μὲν δικαίως, καὶ μὴ γελώντων ἐκείνων, ἡμεῖς δακρύωμεν· ἂν δὲ ἀδίκως, κἂν ἅπαντες γελῶσιν, ἡμεῖς ἑαυτοὺς μὲν μακαρίζωμεν, ἐκείνους δὲ θρηνῶμεν, ἅτε πάντων ἀθλιωτέρους ὄντας, καὶ τῶν μαινομένων οὐδὲν διαφέροντας· εἰ καὶ μηδὲν ἀφορητότερον τοῖς ὀδυνωμένοις ἐστὶ λόγου δυναμένου δακεῖν ψυχήν. Ταῦτα καὶ ὑμῖν αὐτοῖς καὶ ἀλλήλοις λέγετε καθ' ἑκάστην, καιροῦ τυγχάνοντες. Εἰ γὰρ ὁ μέλλων δεῖσθαί τινος, κἂν εὔλογα μέλλῃ παρακαλεῖν, ἐπιτηδειότητα ἀναμένει καιροῦ, ὅπως ἡμέρῳ καὶ εὖ διακειμένῳ προσέλθοι τῷ μέλλοντι διδόναι τὴν αἴτησιν, καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὼν συμμαχίαν ἐπιτύχοι τῆς χάριτος· πολλῷ μᾶλλον τὸν λέγοντα καιρὸν ἐπιτήδειον ζητεῖν δεῖ. Οὕτω γὰρ ὑπὲρ ἀλλήλων ὀφείλομεν, ὥσπερ ὑπὲρ ἑαυτῶν μεριμνᾷν, καὶ φείδεσθαι τῶν πλησίον, καθὰ δή τοι καὶ ἡμῶν ὁ Θεός. Οὐδεὶς γὰρ οὕτως ἑαυτοῦ φείδεται, ὡς πάντων ἡμῶν ὁ Θεὸς, ὃς πολλῷ μᾶλλον ἡμῶν αὐτῶν βούλεται μηδὲν πάσχειν ἡμᾶς δεινόν· ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Κʹ. Περὶ ὀργῆς καὶ θυμοῦ.

Βούλει μαθεῖν πόσον τὸ ὀργίζεσθαι κακόν; παράστηθι μαχομένοις ἐν ἀγορᾷ·

ἐν γὰρ σαυτῷ τὴν ἀσχημοσύνην οὐ δύνασαι ῥᾳδίως ἰδεῖν, ἐσκοτωμένῳ καὶ μεθύοντι, ἀλλ' ὅταν καθαρεύσῃς τοῦ πάθους, τότε ἂν μᾶλλον θεωρήσῃς τὰ σά. Ὅταν γὰρ περὶ τὸ στῆθος ὁ θυμὸς ζέσας διανιστᾶται καὶ ἀγριαίνῃ, πῦρ πνέει τὸ στόμα, πῦρ ἀφιᾶσιν οἱ ὀφθαλμοὶ, οἰδεῖ πάντοθεν ἡ ὄψις, ἀτάκτως αἱ χεῖρες ἐκτείνονται, καὶ καταγελάστως οἱ πόδες πηδῶσι καὶ ἐνάλλονται τοῖς κατέχουσι, καὶ μαινομένων οὐδὲν διεστήκασιν, ἀλλ' οὐδὲ τῶν ἀγρίων ὄνων, λακτίζοντες, δάκνοντες· οὕτως ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Ἀλλ' οἰδαίνει, φησὶν, ἡ καρ 63.690 δία, καὶ ταῖς ὕβρεσι δάκνεται. Οἶδα κἀγώ· διὰ γὰρ τοῦτο τοὺς κρατοῦντας θαυμάζω. Ἂν γὰρ θέλωμεν, δυνατὸν διακρούσασθαι τὸ πάθος. ∆ιὰ τί γὰρ ἀρχόντων ἡμᾶς ὑβριζόντων, τοῦτο μὴ πάσχομεν; Ὅτι φόβος ἀντίῤῥοπος ἕστηκε τοῦ πάθους ἡμῖν. ∆ιὰ τί καὶ οἰκέται παρ' ὑμῶν ὑβριζόμενοι μυρία, σιγῇ πάντα φέρουσιν; Ὅτι καὶ αὐτοὶ τὸν αὐτὸν ἐπικείμενον ἔχουσι δεσμόν. Νῦν δὲ ἀνθρώπων μὲν ἕνεκα καὶ τὰ ἀφόρητα φέρομεν, καὶ πρὸς τοὺς ὑβρίζοντας λέγομεν· Ὁ δεῖνά με ὕβρισεν, οὐ σύ· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲ ταύτην ἕξομεν τὴν εὐλάβειαν; Εἴπωμεν καὶ πρὸς τὴν ἡμετέραν ψυχήν· Ὁ Θεὸς ἡμᾶς ὑβρίζει νῦν, ὁ κελεύων σιγᾷν· μὴ σκιρτῶμεν, μηδὲ ἔστω Θεὸς, ἀτιμότερος 63.691 ἀνθρώπων. Ὅταν οὖν σε λυπήσῃ τις, ἐννόησον τὰ ἡμαρτημένα σοι πρὸς τὸν Θεὸν, καὶ ὅτι τῇ πρὸς ἐκεῖνον ἐπιεικείᾳ πραότερόν σοι καταστήσεις τὸ δικαστήριον τῶν μελλουσῶν εὐθυνῶν. Ἄφετε γὰρ, φησὶ, καὶ ἀφεθήσεται ὑμῖν. Πρὸς τούτοις δὲ κἀκεῖνο σκόπησον, εἴποτε εἰς ἀγριότητα ἐξενεχθεὶς ἐκράτησας σεαυτοῦ, καὶ εἴποτε παρεσύρης ὑπὸ τοῦ πάθους, καὶ ἀμφοτέρους παράβαλε τοὺς καιρούς. Πότε σαυτὸν ἐπῄνεσας; ἡνίκα ἡττήθης, ἢ ὅτε σαυτοῦ ἐκράτησας; οὐχὶ τότε μὲν καταρώμεθα ἑαυτοῖς πολλάκις, καὶ πολὺ τὸ τῆς μεταμελείας ἡμῖν ἐπεισέρχεται, καὶ ῥημάτων ἕνεκα καὶ πραγμάτων; ὅταν δὲ περιγενώμεθα, τρυφῶμεν, γαυριῶμεν ὡς νενικηκότες. Νίκη γὰρ ἐπὶ τῆς ὀργῆς, οὐ τὸ τοῖς ἴσοις ἀμύνεσθαι· ἐσχάτη γὰρ αὕτη ἧττά ἐστιν· ἀλλὰ τὸ πράως ἐνεγκεῖν παθόντα κακῶς καὶ ἀκούσαντα. Μηδὲ πρὸς τοὺς παραινοῦντας σιγᾷν ἀντίτεινε λέγων· Οὐκ ἀνέξομαι ἵνα μου καταγελάσας ὁ δεῖνα ἀπέλθῃ· οὐ γὰρ δὴ τότε καταγελάσεται, ἀλλ' ὅταν ἐπεξέλθῃς· εἰ δὲ καὶ τότε καταγελάσεται, ὡς ἀνόητος καὶ τοῦτο πείσεται. Σὺ δὲ μὴ ζήτει νικῶν τὴν παρὰ τῶν ἀνοήτων μαρτυρίαν, ἀλλ' ἀποχρῶσαν νόμιζε τὴν παρὰ τῶν συνετῶν· μᾶλλον δὲ πρὸς τὸν Θεὸν ἀνάβλεψον, κἀκεῖνός σε ἐπαινέσει· τὸν δὲ παρ' ἐκείνου θαυμαζόμενον οὐ δεῖ τὴν παρὰ τῶν ἀνθρώπων τιμὴν ἐπιζητεῖν. Κἂν χρήματά τις ἔχῃ πολλὰ καὶ κτήματα, οὕτως αὐτοῖς