δύναμιν, εἰκότως διαπυνθάνεται. (A f. 183, δ φ. 51 b) Τί οὖν πρὸς ταῦτα Χριστός; 72.749 Σαφεῖ καὶ ἐναργεστάτῳ παραδείγματι κέχρηται, πρέπουσαν ἀποφαίνων τὴν ἐντολὴν τοῖς ὅτι μάλιστα διαφανεστέροις, καὶ μυσταγωγῶν ἐν τάξει παρειλημ μένοις. Ὑποκείσθω, φησὶν, ἄνθρωπος οἰκοδεσπότης, ὃς στείλασθαι μέλλων ἀποδημίαν, ἑνὶ τῶν γνησίων οἰκετῶν ἐνεχείρισε τοῦ παντὸς οἴκου τὴν οἰκονομίαν, ὥστε διδόναι τῇ θεραπείᾳ αὐτοῦ, τουτέστι τοῖς θε ράπουσιν, ἐν καιρῷ τὸ σιτομέτριον. Ὅταν τοίνυν, φησὶν, ὑπονοστήσας ἐκεῖνος, καὶ οἴκοι πάλιν ἐλθὼν, οὕτως εὕροι ποιοῦντα, καθὼς καὶ διέταξεν, ὁ δοῦλος ἐκεῖνος ἔσται τρισμακάριος· καταστήσει γὰρ αὐτὸν ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ.(A f. 183, δ φ. 51 b) Ὁ μὲν οὖν πιστὸς δοῦλος καὶ φρόνιμος, ἐν καιρῷ καὶ χρείᾳ διανέμων ἐπιστημόνως τοῖς δούλοις τὸ σιτομέτριον, ἤτοι τε πνευματικὰς τροφὰς, μακά ριος ἔσται κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· τεύξεται γὰρ τῶν ἔτι μειζόνων, καὶ τὰς τοῖς γνησίοις πρεπού σας ἀμοιβὰς ἀπολήψεται· εἰ δὲ δὴ γένοιτό τις κατα φρονητὴς καὶ ῥᾴθυμος, ταῖς κατὰ τῶν ὁμοδούλων πλεονεξίαις ἐντρυφῶν, ἐσθίων τε καὶ πίνων, καὶ εἰς ἐκλύτους ἐξιτηλίας ἀπενηνεγμένος, διχοτομηθήσεται· τουτέστι τὴν ἐσχάτην ὑποστήσεται δίκην, ἐπιφοιτή σαντος αὐτῷ τοῦ ∆εσπότου ἀδοκήτως. (A f. 185 b) Ἡ μὲν οὖν ἁπλῆ καὶ πρόχειρος τῶν εἰρημένων δύναμις, τοιαύτη τίς ἐστι. Μάθωμεν δὲ ἀκριβῶς, τί τὸ ἐντεῦθεν ὑποδηλούμενόν ἐστι. Κεχει ροτόνηκεν ὁ Σωτὴρ οἰκονόμους, ὥσπερ τῶν ἰδίων οἰ κετῶν, τουτέστι τῶν διὰ πίστεως κεκλημένων εἰς ἐπίγνωσιν τῆς δόξης αὐτοῦ, πιστοὺς ἄνδρας καὶ συν ετωτάτους, καὶ τῶν ἱερῶν δογμάτων ἐπιστήμονας, ἐπὶ τῷ διδόναι τοῖς συνδούλοις αὐτῶν τὸ σιτομέτριον· καὶ οὐχ ἁπλῶς καὶ ἀκατασκέπτως, ἐν καιρῷ δὲ μᾶλλον τῷ δέοντι, τουτέστι τὴν ἀρκοῦσάν τε καὶ πρέπουσαν ἑκάστῳ τροφὴν, δῆλον ὅτι πνευματικήν. Ἁρμόσειε γὰρ ἂν οὐχ ἅπασιν ἁπλῶς τοῖς εἰς Χριστὸν πιστεύσασιν, ὁ περὶ τούτων λόγος. Γέγραπται γοῦν· "Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου." Ἑτέρως μὲν γὰρ τὸν ἔτι κατηχούμενον ταῖς τῆς ἀληθείας ἐμβιβάζομεν τρίβοις, ἁπλῷ καὶ οὐδὲν ἔχοντι βαθὺ χρώμενοι λόγῳ· ἑτέρως δὲ πάλιν τοὺς ἁδροτέρους τὸν νοῦν, καὶ συνιέναι δυναμένους τῆς θεολογίας τὸ ὕψος. Ὁ τοίνυν εἰς δέον οἷς ἔλαβε χρησάμενος, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι τοῦ ∆εσπότου καταστήσεται. Καὶ τοῦτο ἡμᾶς αὐτὸς ὁ Σωτὴρ ἐδίδαξεν, ἑτέρωθί που τὸν σπουδαῖον καὶ γνήσιον οἰκέτην ἐπαινῶν τε καὶ λέγων· "Ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου." Ἐὰν δὲ, φησὶ, τὸ σπουδαῖος καὶ γνήσιος εἶναι με θεὶς, μερίμναις κοσμικαῖς τὸν οἰκεῖον μεθύσκηται νοῦν, καὶ ἀποφέρηται πρὸς ἃ μὴ θέμις, βιαζόμενος καὶ πλεονεκτῶν τοὺς ὑπεζευγμένους, καὶ μὴ διδοὺς αὐτοῖς τὸ σιτομέτριον, ἐν παντὶ γενήσεται κακῷ· ἔσται δὲ, φησὶ, καὶ ὁ κλῆρος αὐτοῦ μετὰ τῶν ἀπί στων. Ὁ γὰρ ὅλως ἐπιβουλεύσας τῇ δόξῃ Χριστοῦ, καὶ τῶν ἐγκεχειρισμένων αὐτῷ ποιμνίων ἀλογῆσαι τολμήσας, κατ' οὐδένα τρόπον διοίσει τῶν οὐκ εἰδό των αὐτόν. Καὶ γοῦν ἔφη ποτὲ Χριστὸς πρὸς τὸν μακάριον Πέτρον· "Σίμων Ἰωνᾶ, φιλεῖς με; ποί 72.752 μαινε τὰ πρόβατά μου, βόσκε τὰ ἀρνία μου." Εἰ δὲ ὁ ποιμαίνων φιλεῖ, μισεῖ που πάντως ὁ τούτου καταφρονῶν. Εἰ δὲ μισεῖ, καὶ κολάζεται, καὶ τῇ τῶν ἀπίστων ὑποφέρεται δίκῃ· ὁποῖός τις ἦν ὁ τὸ τά λαντον λαβὼν, ἵνα ἐμπορεύσηται νοητῶς, εἶτα τοῦτο μὲν οὐ πεπραχὼς, προκομίσας δὲ μᾶλλον ἀπολυπλα σίαστον τὸ δοθέν. Ἀλλ' οἵ γε τὰ πέντε λαβόντες ἢ καὶ ἔτι πλείονα, καμόντες τε καὶ φιλεργήσαντες, ἀξιώμασι τετίμηνται τοῖς περιφανεστάτοις. Ἤκουσε γὰρ ὁ μέν τις· Ἔσο ἐπάνω δέκα πόλεων· ὁ δὲ πέντε. Ὁ δὲ ὑβριστής τε καὶ ὀκνηρὸς οἰκέτης, τὴν ἐσχάτην ὑπέμεινε δίκην· ἐπισφαλὲς οὖν παντα χοῦ τὸ ῥᾴθυμον, εἰς μυσταγωγίαν· ὅθεν γράφει μέν τισιν ὁ μακάριος Πέτρος· ὅτι "Ποιμαίνετε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἵν' ὀφθέντος τοῦ πάντων ἀρχι ποίμενος, κομίσησθε τὸν μισθόν."