Εἰδὼς δὲ τὸ ῥᾴθυ μον ὀλέθρου πύλην, ἔφη Παῦλος· "Οὐαί μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι." (A f. 184) Ὅτι δὲ τοῖς ὀκνοῦσιν εἰς μυσταγωγίαν πικρά τε καὶ ὀδυνηρὰ καὶ δυσδιάφευκτος ἐπικρέμα ται κόλασις, διαδείκνυσιν εὐθὺς ὁ Σωτὴρ, τοῖς πρώ τοις ἐπενεγκὼν δύο ἐφεξῆς παραδείγματα. Ἔφη γάρ· "Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας."(A f. 184 b) ∆ιὰ ποίαν αἰτίαν· καίτοι φαίη τίς ἄν; Πῶς ὁ μὴ γνοὺς, ὑπέχει λόγον; Ὅτι μὴ ἠθέλησεν εἰδέναι. καίτοι μαθεῖν ἐξόν. Εἰ δὲ ὁ μὴ γνοὺς, ὅλως οὐκ ἄμοιρος ὀργῆς, ὅτι δέον εἰδέναι, κατημέλησε τοῦ μα θεῖν, ποῖος ἀπαλλάξει λόγος, τοῦ χρῆναι πολλὰς ὑπομεῖναι πληγὰς τὸν εἰδότα καὶ ῥᾳθυμήσαντα; Φορτικώτερον οὖν ἄρα τῶν διδασκόντων τὸ κρῖμα· καὶ τοῦτο διδάσκει λέγων ὁ Χριστοῦ μαθητής· "Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα." Πλουσία γὰρ τῶν πνευ ματικῶν χαρισμάτων ἡ δόσις, παρά γε τοῖς τῶν λαῶν ἡγουμένοις· οὕτω γάρ που καὶ ὁ σοφώτατος Παῦλος Τιμοθέῳ γράφει· "∆ώσει σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι." Καί· "Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι δι' ἐπιθέσεως τῶν χειρῶν μου." Τοῖς δὲ τοιού τοις ὡς πολλὰ διδοὺς ὁ Σωτὴρ, πολλὰ ζητεῖ παρ' αὐτῶν. Καὶ ποῖα ταῦτά ἐστι; Τὸ ἀραρὸς ἐν πίστει, τὸ ἀπλανὲς εἰς μυσταγωγίαν, τὸ βεβηκὸς ἐν ἐλπίδι. τὸ ἀκατάσειστον ἐν ὑπομονῇ, τὸ ἄθραυστον ἐν ἰσχύϊ τῇ πνευματικῇ, τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πρόθυμόν τε καὶ εὐσθενὲς, ὡς καὶ ἑτέροις ὑποτύπωσιν εἶναι πολιτείας ἀγγελικῆς. 9Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;9 (A f. 185 b) Τοῦτο τὸ πῦρ ἔχοντες οἱ περὶ Κλεό 72.753 παν ἔλεγον· "Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς;" Πῦρ τοῦτο σωτήριον καὶ ἐπωφελὲς, δι' οὗ πάντες οἱ ἐπὶ τῆς γῆς ἀπεψυγμένοι τρόπον τινὰ καὶ νενεκρω μένοι διά τε τὴν ἁμαρτίαν, καὶ τὸ μὴ εἰδέναι τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, ἀναζωπυρούμεθα πρὸς τὴν κατ' εὐσέβειαν ζωὴν, καὶ τῷ πνεύματι ζέοντες ἀποτελούμεθα κατὰ τὴν τοῦ μακαρίου Παύλου φω νήν. Κερδαίνομεν δὲ πρὸς τούτῳ, καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, πυρὸς δίκην ὄντος ἐν ἡμῖν· βεβαπτίσμεθα γὰρ ἐν πυρὶ ἁγίῳ Πνεύματι. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ πῦρ ὀνομάζειν ἔσθ' ὅτε τοὺς θείους τε καὶ ἱεροὺς λόγους, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύ ματος ἐνέργειάν τε καὶ δύναμιν. Ἔφη μὲν γάρ τις τῶν ἁγίων προφητῶν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· "Ὅτι ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἅγγελος τῆς ∆ιαθήκης, ὃν ὑμεῖς θέ λετε. Ἰδοὺ ἔρχεται, λέγει Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ὀπτασίαν αὐτοῦ; Ἰδοὺ αὐτὸς ἐκπορεύεται, ὡς πῦρ χωνευτη ρίου, καὶ ὡς πόα πλυνόντων· καὶ καθεδεῖται χω νεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον." Καὶ ναὸν μέν φησιν ἐνθάδε, τὸ ἄχραντον ἀληθῶς καὶ ἅγιον σῶμα, τὸ διὰ τῆς ἁγίας Παρθένου ταχθὲν διὰ τοῦ ἁγίου Πνεύματος ἐν δυνάμει τοῦ Πατρός. Εἴρηται γάρ που πρὸς τὴν ἁγίαν Παρθένον· "Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι." Ἄγγελον δὲ ∆ιαθήκης αὐτὸν ὀνομάζει τὸν Μονογενῆ, παρὰ τὸ ἀγγέλλειν καὶ διακονεῖν τῇ Πατρὸς εὐδοκίᾳ τῇ εἰς ἡμᾶς γενομένῃ. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς, ὅτι "Πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπήγγειλα ὑμῖν." Γράφει δὲ περὶ αὐτοῦ καὶ ὁ προφήτης Ἡσαΐας, ὅτι "Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, με γάλης βουλῆς Ἄγγελος." Ὥσπερ οὖν οἱ τὸν χρυσόν τε καὶ ἄργυρον ἐκκαθαίρειν εἰδότες, πυρὶ τὸν ἐν αὐτοῖς ἐκτήκουσι ῥύπον, οὕτω καὶ ὁ Σωτὴρ διὰ τῶν εὐαγγελικῶν μαθημάτων, ἐν δυνάμει Πνεύματος, τὸν ἑκάστου σμήχει νοῦν τῶν πιστευσάντων εἰς αὐ τόν. Ἔφη δέ που καὶ ὁ τῶν ὅλων Θεὸς, πρὸς τὸν