1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

98

τὸν δὲ θυμὸν τὸν ἴδιον λέοντος κατασκευάζων ἀγριώτερον; Καὶ γὰρ τὸν μὲν λέοντα ἡμεροῖ καὶ ποιεῖ ἄνθρωπον, ἑαυτὸν δὲ περιορᾷ ἐξ ἀνθρώπου γινόμενον λέοντα· καὶ ἐκείνῳ μὲν τὰ ὑπὲρ φύσιν χαρίζεται, ἑαυτῷ δὲ οὐδὲ τὰ κατὰ φύσιν πορίζεται. Εἰ οὐδὲν οὕτως ὁμοιοῖ τῷ Θεῷ, ὡς τὸ τοῖς ἀδικοῦσιν εἶναι συγγνωμονικὸν τὸν ἀδικούμενον· πόσης οὐκ ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ ταῦτα πάντα μὴ μόνον αὐτοῖς οὐκ ἀφιέντες, ἀλλὰ καὶ τὸν Θεὸν ἐπὶ τὴν ἄμυναν τῶν ἐχθρῶν παρακαλοῦντες, καὶ κατ' αὐτῶν ἐντυγχάνοντες; Τίνα δὲ λοιπὸν ἕξουσι σωτηρίας ἐλπίδα, ὅταν καὶ ἡνίκα ἐξιλεοῦσθαι αὐτὸν δέῃ, καὶ τότε αὐτὸν παροξύνωσιν, 63.693 ἱκέτου μὲν σχῆμα περικείμενοι, θηρίου δὲ φωνὰς ἀφιέντες, καὶ καθ' ἑαυτῶν τὰ τοῦ πονηροῦ βέλη ἐξακοντίζοντες; Εἰ γὰρ ὅτε ἐλέου χρείαν ἔχεις, οὐδὲ τότε ἀφίης τὴν ὀργὴν, ἀλλὰ καὶ σφόδρα αὐτῆς μέμνησαι, καὶ ταῦτα εἰδὼς ὅτι κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς· πότε δυνήσῃ γενέσθαι φιλάνθρωπος; Ἔπαθες κακῶς, καὶ ἀμύνασθαι βούλει τὸν κακῶς σοι ποιήσαντα; ποίησον αὐτῷ καλῶς, καὶ ἠμύνω. Ἂν μὲν γὰρ ἐπεξέλθῃς, ὁμοίως καὶ σὲ κἀκεῖνον ἅπαντες μέμψονται· ἂν δὲ ἐνέγκῃς, σὲ μὲν κροτήσουσι καὶ θαυμάσονται, ἐκεῖνον δὲ κακηγορήσουσι. Τί δὲ ἐχθρῷ γένοιτ' ἂν μεῖζον κακὸν καὶ πικρότερον τοῦ τὸν ἐχθρὸν ἰδεῖν παρὰ πάντων θαυμαζόμενον καὶ κροτούμενον, ἑαυτὸν δὲ παρὰ πάντων ὑβριζόμενον ἐπ' ὄψεσι τοῦ ἐχθροῦ; Θηρίον ἐστὶν εὐκόλως ἐκπηδῶν ὁ θυμός· καὶ διὰ τοῦτο μυρίων θριγκίων καὶ διαφραγμάτων ἡμῖν δεῖ πρὸς τὸ περιγενέσθαι αὐτοῦ καὶ κατασχεῖν. ∆ιὰ γὰρ τοῦτο ἡμῖν μάλιστα τοῦτο τὸ μέρος ὥσπερ ἔκ τινων λίθων τῶν ὀστῶν ᾠκοδόμησεν ὁ Θεὸς, ἔρεισμα αὐτῷ θεὶς, ὥστε μὴ διαῤῥήξαντά ποτε μηδὲ διατεμόντα, εὐκόλως τὸ πᾶν λυμήνασθαι ζῶον. Πῦρ γάρ ἐστι, φησὶ, καὶ ζάλη μεγάλη· καὶ οὐκ ἂν ἕτερον μέρος τοῦ ὅλου σώματος ταύτην ἂν τὴν βίαν ἀνάσχοιτο. Οὐχ οὕτω λέων τὰ σπλάγχνα διασπαράξαι δύναται τὰ ἡμέτερα, ὡς θυμὸς τοῖς σιδηροῖς ὄνυξι διαπαντὸς ἐγκαθήμενος ἀπόλλυσιν ἅπαντα. Οὐ γὰρ δὴ τῷ σώματι λυμαίνεται μόνον, ἀλλὰ καὶ αὐτὴν τῆς ψυχῆς διαφθείρει τὴν ὑγίειαν. Ὅταν οὖν ἐλθών τις εἴπῃ σοι, ὅτι ὁ δεῖνά σε ὕβρισε, καὶ κακῶς σε πρὸς ἅπαντας λέγων διατελεῖ, ἐπαίνεσον πρὸς τοὺς παρόντας τὸν ὑβρικότα· καὶ, κἂν σφόδρα ὦσιν ἀνόητοι, σὲ μὲν ἐπαινέσονται καὶ θαυμάσονται, ἐκεῖνον δὲ μισήσουσιν ὡς θηρίου παντὸς χαλεπώτερον, ὅτι ὁ μὲν οὐδὲν ἠδικημένος ἐλύπησε, σὺ δὲ καὶ κακῶς παθὼν, τοῖς ἐναντίοις ἠμείψω. Πρὸς τούτοις δὲ καὶ τὰ εἰρημένα πάντα δυνήσῃ δεῖξαι ἕωλα ὄντα. Ὁ μὲν γὰρ δακνόμενος, τοῦ συνειδέναι τοῖς λεγομένοις ἀπόδειξιν παρέχεται τὸ ἀλγεῖν· ὁ δὲ καταγελάσας, αὐτῷ τούτῳ παρὰ τοῖς παροῦσι πάσης ἀπήλλαξεν ἑαυτὸν ὑποψίας. Εἰ δὲ καὶ ἐκεῖνον ἀμύνασθαι ἐπιθυμεῖς, καὶ τοῦτο ἐκ περιουσίας ἕψεται, καὶ τοῦ Θεοῦ κολάζοντος αὐτὸν ἀνθ' ὧν εἴρηκε, καὶ πρὸ τῆς κολάσεως ἐκείνης τῆς σῆς φιλοσοφίας ἀντὶ καιρίας αὐτῷ γινομένης πληγῆς. Οὐδὲν γὰρ οὕτω τοὺς ὑβρίζοντας ἡμᾶς κολάζειν εἴωθεν, ὡς τὸ τοὺς ὑβριζομένους ἡμᾶς καταγελᾷν τῶν ὕβρεων. Ὅταν δὲ ὑβρισθεὶς ἀνθυβρίσῃς, ἡττήθης, οὐχ ὑπὸ ἀνθρώπου, ἀλλ', ὅπερ ἐστὶν αἰσχρότερον, ὑπὸ πάθους ἀνελευθέρου τοῦ θυμοῦ κινηθείς· ἂν δὲ σιγήσῃς, καὶ ἐνίκησας, καὶ ἀπονητὶ τὸ τρόπαιον ἔστησας, καὶ μυρίους ἕξεις τοὺς στεφανοῦντας, καὶ τοῦ τῆς λοιδορίας ψεύδους καταγινώσκοντας. Ὁ μὲν γὰρ ἀντιλέγων, ὡς δακνόμενος ἀντερεῖν δοκεῖ· ὁ δὲ δακνόμενος, ὑπόνοιαν παρέχει τοῦ συνειδέναι τοῖς λεγομένοις· ἂν δὲ καταγελάσῃς, τῷ τε γέλωτι τὴν κατὰ σαυτοῦ ψῆφον ἐξέλυσας, καὶ τὸν ὑβρίσαντα μᾶλλον ἀλγεῖν ἐντεῦθεν ἐποίησας. Οὐδὲ γὰρ οὕτως ἥδεται τῷ μὴ ὑβρίζεσθαι, ὡς δάκνεται τῷ μὴ δύνασθαί σου καθάψασθαι. Ὅταν οὖν οὗ μάλιστα ἐπιθυμεῖ, τούτου μάλιστα ἀποστερήσῃς αὐτὸν, τοῦ παντὸς ἀπεστέρησας, ἐξευτελίσας καὶ δείξας εὐκαταφρόνητον. Οὐ γὰρ οὕτω τὸ κρατῆσαι πολεμίων λαμπροὺς ποιεῖ τοὺς βασιλεύοντας, ὡς τὸ 63.694 κρατῆσαι θυμοῦ καὶ ὀργῆς· ἐκεῖ μὲν γὰρ τῶν ὅπλων καὶ τῶν στρατιωτῶν τὸ κατόρθωμα γέγονεν, ἐνταῦθα δὲ γυμνὸν σόν ἐστι τὸ τρόπαιον· καὶ ἐκεῖ μὲν καὶ ἑτέρους ἔχεις τοὺς συμμερίζοντας τὴν νίκην, ἐνταῦθα δὲ