προφήτην Ἱερεμίαν· "Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον, ξύλα." Καὶ πάλιν "Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ, λέγει Κύριος;" Τίς δ' ἂν νοηθείη πρὸς ἡμῶν καὶ ὁ ἄν θραξ ὁ τῶν τοῦ προφήτου Ἡσαΐου χειλέων ἁψάμενος, καὶ καθαρίσας αὐτὸν ἀπὸ πάσης ἁμαρτίας; Τὸ σω τήριον δηλονότι κήρυγμα, καὶ ἡ τῆς εἰς Χριστὸν πίστεως ὁμολογία, ἣν εἴπερ τις ἐν στόματι λάβοι, πάντη τε καὶ πάντως διακαθαίρεται. Καὶ πιστώσε ται λέγων ὁ Παῦλος, ὅτι "Ἐὰν εἴπῃς ἐν τῷ στόματί σου, Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὡς ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ." Πλὴν ἄνθρακι καὶ πυρὶ τὴν τοῦ θείου κηρύγματος δύνα μιν ἐοικέναι φαμὲν, οὗ τὴν ἄναψιν ἐπισπεύδει ὁ Κύ 72.756 ριος· ἐπίστευον γὰρ ἤδη τινὲς τῶν ἐξ Ἰσραὴλ, ὦν ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Ἐξαφθὲν δὲ ἅπαξ τὸ πῦρ, ἁπάσης ἔμελλε καταδράττεσθαι τῆς ὑπ' οὐρανὸν, ἐξενεχθείσης εἰς πέρας τῆς πάσης οἰκονομίας· καὶ τοῦτο διδάσκει λέγων· "Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ;" 9∆οκεῖτε ὄτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; (A f. 186, B f. 129, E f.136) Καίτοι Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ τὰς Γραφάς· "Αὐτὸς συν ῆψε τοὺς δύο λαοὺς, εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξας ἀμφοτέρους ἐν ἑνὶ σώ ματι πρὸς τὸν Πατέρα·" αὐτὸς συνῆψε τοῖς ἄνω τὰ κάτω. Πῶς οὖν ἔφη· "Οὐκ ἦλθον εἰρήνην δοῦναι;" Τί φὴς, ὦ ∆έσποτα; Οὐκ ἦλθες βαλεῖν εἰρήνην; Καίτοι γέγονας ἡμῖν εἰρήνη, κατέλυσας τὸ μεσό τοιχον τοῦ φραγμοῦ, ἠφάνισας τὴν διϊστῶσαν ἡμᾶς ἁμαρτίαν· εὐηγγελίσω τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· συνῆψας ἀγέλαις ἀγέλας, ταῖς Ἰουδαίων τὰς ἐξ ἐθνῶν· κατειρήνευσας διὰ τοῦ σταυροῦ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καθὰ γέγραπται· γέ γονας ἡμῖν διαλλακτὴς καὶ μεσίτης, καὶ τὴν διὰ μέ σου κειμένην ἁμαρτίαν περιελὼν συνῆψας δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Καὶ τὴν εἰρήνην, ἰδίαν εἶναι ἔφης, εἰπών· "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν." Πῶς οὖν οὐκ ἦλθες βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; πρὸς τίνας ἡμῖν ἡ μάχη; καὶ ὁ τοῦ πολέμου τρόπος, πῶς ἂν γένοιτο παρ' ἡμῶν, ἵνα τὸ ἀνεπίπληκτον [Cod. ἐπίπληκτον] ἔχοι, καὶ ἀρέσῃ σοι τῷ τὴν εἰρή νην ἰδίαν εἶναι λέγοντι, καὶ ταύτην ἡμῖν δεδωκότι· Οὐκοῦν λυέτω τὸ ζητούμενον Παῦλος, φήσας· "Εἴ τις ἀδελφὸς πόρνος, "καὶ τὰ ἑξῆς," τῷ τοιούτῳ μηδὲ συνεσθίειν." ∆εῖ γὰρ, οἶμαι, παραιτεῖσθαι πόρνους, καὶ τὴν πρὸς τούτους εἰρήνην ζημίας ἡγεῖσθαι πρό ξενον· "Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί." Καὶ καθά φησι ∆αβίδ· "Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ, διαστρέψεις. Βούλει καὶ ἑτέρους ἰδεῖν πρὸς οὓς τὸ ἀσπάζεσθαι τὴν εἰρήνην ἐπιζήμιον; Ἄκουε γράφοντος ἑνὸς τῶν ἁγίων μαθητῶν· "Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, τούτῳ μηδὲ χαίρειν λέγετε." ∆ιδαχὴν δὲ ποίαν, ἢ πάντως ἐκείνην ἣν παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται; Λύκοις ἐοίκασι τῶν αἱρέσεων οἱ προεστηκότες· εἶτα πῶς εἰρηνεύσει πρὸς λύκον τὸ πρόβατον; Καὶ σκοτεινοὶ μὲν ἐκεῖνοι· "Ὁ Θεὸς γὰρ, φησὶ, τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων." Ἡμεῖς δὲ υἱοὶ φωτός· διηύγασε γὰρ ἡμῖν ἡ διὰ τοῦ Πνεύματος χάρις. "Τίς οὖν κοινωνία φωτὶ πρὸς σκότος;" Οὐ κοῦν ἀγαπήσωμεν τὴν πρὸς ἀδελφοὺς καὶ ὁμοπίστους εἰρήνην, παραιτώμεθα δὲ τὴν πρὸς ἐκείνους· δῆλον γὰρ, ὅτι χρῆμα μὲν ἡ εἰρήνη καλόν. Ἀλλ' οὐ πᾶσα πάντως εἰρήνη τὸ ἀκατάψεκτον ἔχει, ἀλλ' ἔστιν ἐπι σφαλὴς πολλάκις, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀποκο 72.757 μίζουσα· ἀλυσιτελὴς γὰρ ἡ πρὸς τοὺς ἑτερόφρονας εἰρήνη, κατά γε τὸ τὰ ἴσα ἐκείνοις φρονεῖν. ∆ιὰ τοῦτο γὰρ καὶ τῶν ἐπὶ γῆς φίλτρων οἱ πιστοὶ ἀφ ίστανται, καὶ συγγενεῖς ἀγνοοῦσι, καὶ πατὴρ υἱοῦ φιλίαν ἀπαναίνεται, καὶ υἱὸς πατρὸς τιμὴν ἀγνοεῖ, καὶ μήτηρ θυγατρὸς φίλτρον ἀπώσατο. ∆εῖ γὰρ τοῖς ὑγιαίνουσι τὸν νοῦν, ἕπεσθαι τοὺς πεπλανημένους, καὶ οὐκ αὐτοῖς μᾶλλον τοὺς ὀρθὰ φρονεῖν αἱρουμέ νους. Τοῦτο καὶ ἑτέρως ἡμῖν ἔφη ὁ Χριστός· "Ὁ φιλῶν