99
ψυχῆς μεταβολὴν μαθεῖν παρ' Αἰγυπτίων. ὑπολαμβάνουσι δὲ καὶ ∆ημόκριτον παρ' αὐτοῖς ἔτη διατρῖψαι πέντε καὶ πολλὰ διδαχθῆναι τῶν κατὰ ἀστρολογίαν τόν τε Οἰνοπίδην ὁμοίως συνδιατρίψαντα τοῖς ἱερεῦσι καὶ ἀστρολόγοις μαθεῖν ἄλλα τε καὶ μάλιστα τὸν ἡλιακὸν κύκλον, ὡς λοξὴν μὲν ἔχει τὴν πορείαν, ἐναντίαν δὲ τοῖς ἄλλοις ἄστροις τὴν φορὰν 10.8.15 ποιεῖται. παραπλησίως δὲ καὶ τὸν Εὔδοξον ἀστρολογήσαντα παρ' αὐτοῖς καὶ πολλὰ τῶν χρησίμων εἰς τοὺς Ἕλληνας ἐκδόντα τυχεῖν ἀξιολόγου δόξης. 10.8.16 πάντων δὲ τῶν παλαιῶν ἀγαλματοποιῶν τοὺς μάλιστα διωνομασμένους διατετριφέναι παρ' αὐτοῖς, Τηλεκλέα καὶ Θεόδωρον, τοὺς Ῥοίκου μὲν υἱούς, κατασκευάσαντας δὲ τοῖς Σαμίοις τὸ τοῦ Ἀπόλλωνος τοῦ Πυθίου ξόανον.» 10.8.17 Τοσαῦτα δὲ καὶ ∆ιόδωρος. ἀλλ' οὗτος μὲν ὁ λόγος ὧδέ πως ἀποδεδειγμένος ἐνταῦθά μοι εἰληφέτω τέλος. οὐ δεῖ δὴ λοιπὸν ἀλογίας ἡμῶν κατηγορεῖν, εἰ δὴ τοὺς τῶν σοφῶν Ἑλλήνων καὶ αὐτῶν γε τῶν παρ' αὐτοῖς φιλοσόφων διδασκάλους, τοὺς βαρβάρους λέγω, πόθῳ τῆς ἀληθοῦς εὐσεβείας 10.8.18 καὶ αὐτοὶ μετήλθομεν, εἴ γε βάρβαροι Ἑβραῖοι. ὧν τοὺς χρόνους, καθ' οὓς ἤκμασαν Μωσῆς τε καὶ οἱ μετὰ Μωσέα προφῆται, εὖ ἂν ἔχοι διελθεῖν, ἐπεὶ καὶ τοῦτ' ἂν εἴη ἕν τι τῶν μάλιστα συνεκτικωτάτων τῇ προκειμένῃ πραγματείᾳ, τὸ μέλλοντας τῶν παρὰ τοῖς ἀνδράσι λογίων ἐφάπτεσθαι προδιαλαβεῖν περὶ τῆς ἀρχαιότητος αὐτῶν, ἵν', εἰ φανεῖεν τοῖς Ἑβραίων προφήταις τε καὶ θεολόγοις οἱ παρ' Ἕλλησιν ὁμοδοξοῦντες, μηκέτ' ἀμφιβάλλοις τίνας ἦν εἰκὸς τὰ παρὰ τίνων ἀναλέξασθαι, πότερα τοὺς πρεσβυτέρους τὰ τῶν νέων, Ἑβραίους τε τὰ Ἑλλήνων καὶ βαρβάρους τὰ φιλοσόφων, ὧν οὐδὲ τῆς γλώσσης εἰκὸς ἦν ἐπαΐειν, ἢ ὅπερ καὶ μᾶλλον εἰκός τοὺς νέους τὰ τῶν πρεσβυτέρων καὶ τοὺς τὰ πλεῖστα τῶν ἐθνῶν περιειργασμένους Ἕλληνας καὶ τὰ Ἑβραίων μὴ ἀγνοῆσαι, ἀρχῆθεν ἐπὶ τὴν Ἑλλάδα φωνὴνμεταβεβλημένα.
10.9.1 θʹ. ΠΕΡΙ ΤΗΣ ΑΡΧΑΙΟΤΗΤΟΣ ΜΩΣΕΩΣ ΚΑΙ ΤΩΝ ΠΑΡ' ΕΒΡΑΙΟΙΣ ΠΡΟΦΗΤΩΝ
Μωσέως πέρι καὶ τῆς τῶν μετ' αὐτὸν προφητῶν ἀρχαιότητος πλεῖστοι μὲν ἄλλοι διὰ σπουδῆς τὴν ἀπόδειξιν ἐν οἰκείοις καταβέβληνται συγγράμ10.9.2 μασιν, ἀφ' ὧν αὐτίκα μάλα σμικρὰ ἄττα παραθήσομαι. κἀγὼ δὲ καινοτέραν παρὰ τοὺς εἰρημένους ὁδεύσας ταύτῃ χρήσομαι τῇ μεθόδῳ. συντρεχόντων ὁμολογουμένως τῶν χρόνων Αὐγούστου Ῥωμαίων αὐτοκράτορος καὶ τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως ἀρχήν τε τῆς εὐαγγελικῆς διδασκαλίας τοῦ Χριστοῦ ποιησαμένου κατὰ τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος, εἴ τις ἀπὸ τούτου συναγαγεῖν ἐθέλοι τὸν τῶν ἐτῶν ἀριθμόν, προϊὼν ἐπὶ τοὺς ἀνωτέρω χρόνους τοὺς μέχρι ∆αρείου τοῦ Περσῶν βασιλέως καὶ τῆς κατ' αὐτὸν ἀνανεώσεως τοῦ ἐν Ἱεροσολύμοις νεώ, ἣ γέγονε μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ἰουδαίων ἔθνους, εὕροι ἂν ἀπὸ Τιβερίου 10.9.3 ἐπὶ τὸ δεύτερον ἔτος ∆αρείου ἔτη φμηʹ· ∆αρείου μὲν γὰρ τὸ δεύτερον κατὰ τὸ πρῶτον ἔτος τῆς ξεʹ Ὀλυμπιάδος καταντᾷ, Τιβερίου δὲ τὸ πεντεκαιδέκατον 10.9.4 τῆς Ῥωμαίων βασιλείας κατὰ τὸ δʹ τῆς σαʹ Ὀλυμπιάδος συμπίπτει. γίνονται τοίνυν αἱ μεταξὺ ∆αρείου τοῦ Πέρσου καὶ Τιβερίου τοῦ Ῥωμαίων βασιλέως Ὀλυμπιάδες ρλζʹ, αἳ συνάγουσι χρόνον ἐτῶν φμηʹ, τετραετίας τῇ Ὀλυμ10.9.5 πιάδι λογιζομένης. ἐπεὶ δὲ κατὰ τὸ δεύτερον ἔτος ∆αρείου τὸ οʹ ὑπῆρχε τῆς ἐρημίας τοῦ ἐν Ἱεροσολύμοις νεώ, καθὼς τὰ τῆς Ἑβραίων ἱστορίας παρίστησι, κἀντεῦθεν πάλιν ἀνατρεχόντων ἀπὸ μὲν τοῦ δευτέρου ἔτους ∆αρείου ἐπὶ τὴν αʹ Ὀλυμπιάδα ἔτη συνάγοιτ' ἂν σνʹ, Ὀλυμπιάδες ξδʹ, τοσαῦτα δ' ἂν εὕροις τὰ ἀπὸ τοῦ