99
μόνος τὸ τρόπαιον ἔστησας. Ὅταν οὖν σε ὑβρίσῃ τις, φέρε γενναίως· ἑαυτὸν γὰρ, οὐ σὲ ὕβρισεν. Ἂν πλήξῃ τὴν δεξιὰν, μὴ ἀντιτείνῃς· ἐκεῖνος γάρ ἐστιν ὁ πληττόμενος, σὲ μὲν τῇ χειρὶ, ἑαυτὸν δὲ τῷ θυμῷ παίων, καὶ πονηρὰν παρὰ πάντων λαμβάνων δόξαν. Εἰ δὲ δοκεῖ σοι δύσκολα ταῦτα εἶναι, ἐννόησον ὅτι, εἰ μαινόμενός τις τὸ ἱμάτιόν σου περιέῤῥηξε, τίνα ἂν ἔφης πάσχειν κακῶς, σὲ τὸν παθόντα, ἢ ἐκεῖνον τὸν ποιήσαντα; Εὔδηλον ὅτι ἐκεῖνον. Εἶτα ἔνθα μέν σοι ἱμάτιον διαῤῥήγνυται, ὁ ποιήσας τοῦ παθόντος χαλεπώτερα πέπονθεν· ἔνθα δὲ καρδία διαῤῥήγνυται (ὁ γὰρ θυμὸς τοῦτο ποιεῖ), οὐκ ἐκεῖνον ἡγήσῃ μείζονα πεπονθέναι δεινὰ σοῦ τοῦ μηδ' ὁτιοῦν ὑπομείναντος; Εἰ κακὸν ἀντὶ κακοῦ οὐ χρὴ ἀποδιδόναι, πολλῷ μᾶλλον κακὸν ἀντὶ ἀγαθοῦ, καὶ μὴ προϋπάρξαντος κακοῦ, ἀποδοῦναι κακόν. Ἀλλὰ ὁ δεῖνα, φησὶ, πονηρός ἐστι, καὶ ἐλύπησε καὶ πολλά με ἠδίκησε. Βούλει αὐτὸν ἀμύνασθαι; μὴ ἀνταποδῷς, ἔασον ἀτιμώρητον, εὐχαρίστησον. Αὕτη γὰρ ὄντως ἄμυνα, κἀκείνῳ βλάβην φέρουσα, καὶ ὠφέλειαν σοί· ἀπὸ ταύτης γὰρ χαρὰ τίκτεται. Ὅταν γὰρ τοιαύτην ἔχωμεν ψυχὴν, ὥστε μηδένα ἀμύνεσθαι, ἀλλὰ πάντας εὐεργετεῖν, πόθεν, εἰπέ μοι, τὸ τῆς λύπης κέντρον παρεισελθεῖν δυνήσεται; Ὁ γὰρ οὕτω χαίρων τῷ παθεῖν κακῶς, ὡς καὶ εὐεργεσίαις ἀμείβεσθαι τὸν πεποιηκότα κακῶς, πῶς δυνήσεται ἀνιαθῆναι λοιπόν; Τί γὰρ, εἰπέ μοι, κακὸν πέπονθας; νόσος ἐπέπεσεν; ἀλλ' οὐδὲν ξένον· θνητὸν γὰρ ἡμῖν τὸ σῶμα καὶ παθητόν. Ἀλλὰ πενία χρημάτων; ἀλλὰ καὶ ταῦτα κτητὰ καὶ ἀπόκτητα καὶ ἐνταῦθα μένοντα. Ἀλλ' ἐπιβουλαὶ καὶ συκοφαντίαι; ἀλλ' οὐχ ἡμεῖς ἀδικούμεθα ἐν τούτοις, ἀλλ' ἐκεῖνοι οἱ πεποιηκότες. Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται· ἥμαρτε δὲ οὐχ ὁ παθὼν κακῶς· ἀλλ' ὁ ποιήσας κακῶς. Μηδὲν τοίνυν οὕτω σπουδάζωμεν, ἀγαπητοὶ, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες, ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην. Ὥστε οὐκ ἄν τις ἁμάρτοι, πάσης ἁμαρτίας χαλεπωτέραν ταύτην ἀποφηνάμενος. Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς μισεῖ καὶ ἀποστρέφεται, ὡς ἄνθρωπον μνησίκακον καὶ διατηροῦντα ὀργήν. Πῶς γὰρ βούλει τὸν ∆εσπότην ἥμερόν σοι γενέσθαι καὶ πρᾶον, τῷ συνδούλῳ γινόμενος αὐτὸς χαλεπὸς καὶ ἀσύγγνωστος; Ἀλλ' ὕβρισέ σε ὁ σύνδουλός σου; καὶ σὺ τὸν Θεὸν ὑβρίζεις πολλάκις· ποῦ δὲ ἴσον σύνδουλος καὶ δεσπότης; Καὶ οὗτος μὲν ἐκ πάθους καὶ ἠδικημένος ἴσως ὕβρισε, καὶ παροξυνθείς· σὺ δὲ τὸν Θεὸν ὑβρίζεις οὐκ ἠδικημένος οὐδὲ ἐπηρεασμένος, ἀλλ' εὐεργετούμενος ὑπ' αὐτοῦ καθ' ἑκάστην ἡμέραν· καὶ τίνα ἕξομεν ἀπολογίαν ἢ συγγνώμην; Ἐννόησον τοίνυν, ὅτι, εἰ βουληθείη μετὰ ἀκριβείας τὰ εἰς αὐτὸν γινόμενα ὁ Θεὸς ἐξετάζειν, οὐδεμίαν βιωσόμεθα ἡμέραν. Ἀνομίας γὰρ, φησὶν, ἐὰν παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΚΑʹ. Περὶ ἀρχῆς καὶ ἐξουσίας καὶ δόξης. Ὁ μακάριος λέγεται Κωνσταντῖνος, τῆς εἰκόνος αὐτοῦ καταλευσθείσης ποτὲ,
παροξυνάντων αὐτὸν πολλῶν, ἐπεξελθεῖν τοῖς ὑβρικόσι καὶ δίκην ἀπαιτῆσαι, λεγόντων, ὅτι πᾶσαν αὐτοῦ τὴν ὄψιν ἔτρωσαν τοῖς λίθοις ἐξακοντίζοντες, ψηλαφήσας ἑαυτοῦ τῇ χειρὶ τὸ πρόσωπον, καὶ ἠρέμα μειδιάσας εἰπεῖν, ὅτι Οὐδαμοῦ πληγὴν ἐπὶ τοῦ μετώπου ὁρῶ γεγενημένην· ἀλλ' ὑγιὴς μὲν ἡ κεφαλὴ, ὑγιὴς δὲ ἡ ὄψις ἅπασα· κἀκείνους ἐρυθριάσαντας καὶ αἰσχυνθέντας ἀποστῆναι τῆς ἀδίκου ταύτης συμβουλῆς ἐποίησεν. Εἰ δὲ παρὰ ἀνθρώποις τοσαύτης ἀπέλαυσε δόξης δι' ἐκεῖνο τὸ ῥῆμα, πόσων ἀγαθῶν ἀπολαύσεται παρὰ τῷ φιλανθρώπῳ Θεῷ; Καὶ γὰρ οὗτός ἐστιν ἀληθῶς βασιλεὺς, ὁ θυμοῦ καὶ φθόνου καὶ ἡδονῆς κρατῶν, καὶ πάντα ὑπὸ τοὺς νόμους ἄγων τοῦ Θεοῦ, καὶ τὸν νοῦν ἐλεύθερον τηρῶν, καὶ οὐκ ἐῶν ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν· τὸν τοιοῦτον ἡδέως ἂν εἶδον