πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος." Οὐκοῦν, ὅταν, εὐσεβείας ἕνεκα τῆς εἰς Χριστὸν, ἐπίγειον ἀρνήσῃ πατέρα, τότε πλουτή σεις Πατέρα τὸν ἐν οὐρανοῖς. Κἂν ἀφῇς ἀδελφὸν ἀτιμάζοντα Θεὸν, διὰ τὸ βούλεσθαι λατρεύειν αὐτῷ, παραδέξεταί σε Χριστὸς εἰς ἀδελφόν. ∆έδωκε γὰρ ἡμῖν μετὰ τῶν ἄλλων καὶ τοῦτο· "Ἀπαγγελῶ γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου." Γένος εὑρή σεις λαμπρὸν καὶ μέγα, τὴν τῶν ἁγίων πληθύν· ἔσῃ σὺν αὐτοῖς κληρονόμος τῶν παρ' αὐτοῦ χαρι σμάτων. 9Ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, κ.τ.λ.9 (A f. 187, B f. 129 b, δ φ. 52 b) Ἐπισημαίνονται τὰ τοιάδε τινὲς, καὶ ὡς ἐκ πολλῆς ἄγαν ἐπιτηρή σεως, προαπαγγέλλουσιν ὑετῶν καταδύσεις, ἢ σκλη ρῶν ἀνέμων ἐφόδους. Πῶς οὖν, φησὶ, τὰ ἐν οὐρανῷ δοκιμάζοντες, τὰ ἐν γῇ γινόμενα σημεῖα οὐ βλέπετε, οὐδὲ δοκιμάζετε τὸν καιρὸν ἐὰν ἦλθεν ὁ προσδοκώ μενος;(A f. 187) Ἔδει τοίνυν τοὺς τὰ τῶν καιρῶν σημεῖα τεκμαιρομένους, καὶ τοὺς ἐσομένους ἔσθ' ὅτε χειμῶνας προαπαγγέλλοντες, καὶ τοῖς ἀναγκαίοις πράγμασιν ἰσχνὸν ἐπαφεῖναι τῆς διανοίας τὸν ὀφθαλ μόν. Καὶ ποῖα ταῦτά ἐστι; Προκατέδειξεν ὁ νόμος τὸ Χριστοῦ μυστήριον, καὶ ὅτι πάντη τε καὶ πάντως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐπιλάμψειν ἔμελλε τοῖς ἐπὶ γῆς, καὶ τὴν ὑπὲρ τῆς ἁπάντων σωτηρίας ὑπομεῖναι σφαγήν. Καὶ γοῦν προστέταχε θύεσθαι τὸν ἀμνὸν εἰς τύπον αὐτοῦ, πρὸς ἑσπέραν καὶ ὑπὸ λύχνοις. Ἔμελλε δὲ πάντως τοῖς μὲν εἰς αὐτὸν πι στεύσασιν, ἡ τῆς σωτηρίας ἀνευρύνεσθαι πύλη, καὶ πολλὴ πραγμάτων ὑπάρξειν εὐδία. Καὶ γοῦν ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων τὴν γραφομένην νύμφην, ἥτις καὶ τὸ τῆς Ἐκκλησίας ἐπέχει πρόσωπον, καλῶν εὑρίσκεται Χριστὸς, καὶ λέγων· "Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερὰ, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν." Οὐκοῦν, ὡς ἔφην, ἐαρινή τις ὥσπερ εὐδία τοῖς πι στεύουσιν εἰς αὐτὸν ἀνίσχειν ἔμελλεν. Ὅτι δὲ καὶ οἱ μακάριοι προφῆται πολυτρόπως διηγγέλκασι τὸ Χριστοῦ μυστήριον, οὐκ ἃν ἐνδοιάσει τις. Ἔδει δὴ οὖν, ἔδει συνετοὺς ὄντας, φησὶ, καὶ τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς εἰδότας κατα 72.760 νοεῖν, καὶ πρὸς τὰ ἐσόμενα βλέπειν, καὶ τοὺς μετὰ τόνδε τὸν βίον χειμῶνας μὴ ἀγνοεῖν. Νότος γὰρ ἔσται καὶ ὄμβρος· τουτέστιν ἡ διὰ πυρὸς κόλασις θερμὸς γὰρ ὁ νότος, καὶ δεινὴ, καὶ ἄφυκτος τιμωριῶν κατα φορὰ, ὑετοῦ δίκην κατεμπίπτουσα τῶν ἑαλωκότων. Ἔδει τὸν τῆς σωτηρίας μὴ ἀγνοῆσαι καιρόν. Οὗτος δὲ ἦν, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, καθ' ἣν ἡ τελειοτάτη γνῶσις τῆς εὐσεβείας εἰσβέβηκε· καθ' ἣν ἀνέλαμψεν ἡ χάρις δικαιοῦσα τὸν ἀσεβῆ. Καὶ οὐ διά γε τοῦ νόμου, τετελείωκε γὰρ οὐδένα, τύπους ἔχων καὶ σκιὰς, διὰ πίστεως δὲ μᾶλλον τῆς ἐν Χριστῷ, οὐκ ἐκβαλλούσης τὸν νόμον, ἀποπεραινούσης δὲ αὐ τὸν διὰ λατρείας πνευματικῆς. Οὐ δοκιμάζετε τὸν καιρόν; οὐκ ἐκ τῶν λόγων τὰ πράγματα, [Cod.9 σπέρματα], οὐκ ἐκ τῶν πραγμάτων τοὺς λόγους; Βλέπετε θαύματα, καὶ ὁρᾶτε σημεῖα βεβαιοῦντα τοὺς λόγους· εἰ μὴ πείθει ὑμᾶς ταῦτα, πειθέτωσαν οἱ μέλλοντες ὑμᾶς καταλήψεσθαι πειρασμοὶ, τοῦ ναοῦ ἡ καθαίρεσις, τῆς μητροπόλεως ἡ ἅλωσις, ἡ δια φθορὰ τοῦ ἔθνους· οὐδὲ ταῦτα ὑμᾶς εἰς συναίσθησιν ἄγει; 9Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἄρχοντα, κ.τ.λ.9 (A f. 187 b, B f. 130, δ φ. 52 b) Πάνυ χρήσιμον τὸ παράδειγμα πρὸς ὃ λαμβάνεται. Οἱ γὰρ πρὸ δί κης διαλυόμενοι, φρονιμώτεροί εἰσιν, ἀφ' ἑαυτῶν τὸ δίκαιον ὁρῶντες. Ὅπερ δὲ καλὸν ἐνταῦθα ποιεῖν, τοῦτο καλόν ἐστι κἀκεῖ ποιῆσαι. Ὑποκείσθω τις, φησὶ, ἐφ' ἑνὸς τῶν τεταγμένων εἰς ἀρχὴν, αἰτίασίν τινα ποιησάμενος κατὰ σοῦ, εἶτα τοῖς ἀπάγουσιν ἐπὶ τὸ δικαστήριον ὑποδείξας, ἀποφέρεσθαι ποιεῖ. Ἕως τοί νυν μετ' αὐτοῦ εἶ ἐν τῇ ὁδῷ, τουτέστι πρὶν ἀφικέ σθαι πρὸς τὸν κριτὴν, δὸς ἐργασίαν, ἀντὶ τοῦ πᾶσαν θέσθαι μὴ ὀκνήσῃς σπουδὴν, ἵνα