100
ὑστάτου ἔτους τῆς ἐρημίας τοῦ δηλωθέντος ἱεροῦ ἐπὶ τὸ νʹ ἔτος Ὀζίου τοῦ τῶν Ἰουδαίων βασιλέως ἀνιών, καθ' ὃν ἐπροφήτευον Ἡσαΐας καὶ Ὠσηὲ ὅσοι τε τούτοις γεγόνασι σύγχρονοι, ὥστ' εἶναι τὴν πρώτην καθ' Ἕλληνας Ὀλυμπιάδα σύνδρομον Ἡσαΐᾳ τῷ προφήτῃ καὶ10.9.6 τοῖς τούτῳ συγχρόνοις. πάλιν δὲ ἀπὸ τῆς πρώτης Ὀλυμπιάδος ἐπὶ τοὺς ἔμπροσθεν ἀνιὼν χρόνους μέχρι τῆς Ἰλίου ἁλώσεως εὑρήσεις ἔτη συγκεφαλαιούμενα υηʹ, ὡς αἱ παρ' Ἕλλησι τῶν χρόνων ἀναγραφαὶ περιέχουσι. 10.9.7 καὶ καθ' Ἑβραίους ἀπὸ νʹ ἔτους Ὀζίου τοῦ Ἰουδαίων βασιλέως ἀνιὼν ἐπὶτὸ τρίτον ἔτος Λαβδὼν παρ' Ἑβραίοις γενομένου κριτοῦ τὸν ἴσον συνάξεις ἀριθμὸν ἐτῶν υηʹ· ὥστ' εἶναι τὴν Ἰλίου ἅλωσιν κατὰ τοὺς Λαβδὼν τοῦ κριτοῦ χρόνους, ἑπτὰ ἔτεσι πρότερον ἢ Σαμψὼν ἄρξαι Ἑβραίων, ὃν κατὰ τὴν τοῦ σώματος ἀλκὴν ἀνυπόστατον γενέσθαι φασίν, ἐοικότα τῷ βοωμένῳ παρ' 10.9.8 Ἕλλησιν Ἡρακλεῖ. καὶ ἐντεῦθεν δὲ ἐπὶ τοὺς ἀνωτέρω βαδίζων σαυτῷ τε συναγαγὼν ἀριθμὸν ἐτῶν υʹ, εὕροις ἂν κατὰ μὲν Ἑβραίους Μωσέα, κατὰ 10.9.9 δὲ Ἕλληνας Κέκροπα τὸν γηγενῆ. κατώτερα δὲ τῶν Κέκροπος ἱστορεῖται χρόνων τὰ παρ' Ἕλλησι θαυμαζόμενα. γίνεται γὰρ μετὰ Κέκροπα ὁ κατὰ ∆ευκαλίωνα κατακλυσμὸς καὶ ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις Ἐριχθονίου τε γένεσις Κόρης τε ἁρπαγὴ καὶ ∆ήμητρος μυστήρια, Ἐλευσινίων ἵδρυσις, Τριπτολέμου γεωργία, Εὐρώπης ὑπὸ ∆ιὸς ἁρπαγή, Ἀπόλλωνος γένεσις, Κάδμου ἐπὶ Θήβας παρουσία καὶ ἔτι τούτων νεώτεροι ∆ιόνυσος, 10.9.10 Μίνως, Περσεύς, Ἀσκληπιός, ∆ιόσκουροι, Ἡρακλῆς. τούτων δ' ἁπάντων πρεσβύτερος γεγονὼς συνίσταται Μωσῆς, ὡς ἂν κατὰ Κέκροπα τὴν ἡλικίαν ἀκμάσας. ἀπὸ δὲ Μωσέως πάλιν ἀνιὼν ἐπὶ τὸ πρῶτον ἔτος ζωῆς Ἁβραὰμ εὑρήσεις ἔτη φεʹ. τοσαῦτα δὲ ἀπὸ τοῦ δηλωθέντος ἔτους τῆς Κέκροπος βασιλείας τὸν ἀνωτέρω χρόνον ἀπαριθμούμενος ἐπὶ Νίνον ἥξεις τὸν Ἀσσύριον, ὃν πρῶτόν φασιν ἁπάσης τῆς Ἀσίας πλὴν Ἰνδῶν κεκρατηκέναι· οὗ Νίνος ἐπώνυμος πόλις, ἣ Νινευὴ παρ' Ἑβραίοις ὠνόμασται, καθ' ὃν Ζωροάστρης ὁ μάγος Βακτρίων ἐβασίλευσε. Νίνου δὲ γυνὴ καὶ διάδοχος τῆς βασιλείας Σεμίραμις· ὥστ' εἶναι τὸν Ἁβραὰμ κατὰ τούτους. 10.9.11 Ταῦτα μὲν οὖν ἀποδεικτικῶς ἐν τοῖς πονηθεῖσιν ἡμῖν Χρονικοῖς Κανόσιν οὕτως ἔχοντα συνέστη. ἐπὶ δὲ τοῦ παρόντος πρὸς τοῖς εἰρημένοις μάρτυρι τῆς Μωσέως ἀρχαιότητος χρήσομαι τῷ πάντων δυσμενεστάτῳ καὶ πολεμιωτάτῳ Ἑβραίων τε καὶ ἡμῶν, φημὶ δὲ τῷ καθ' ἡμᾶς φιλοσόφῳ, ὃς τὴν καθ' ἡμῶν συσκευὴν ὑπερβολῇ μίσους προβεβλημένος οὐ μόνους ἡμᾶς, ἀλλὰ καὶ Ἑβραίους αὐτόν τε Μωσέα καὶ τοὺς μετ' αὐτὸν προφήτας ταῖς ἴσαις ὑπηγάγετο δυσφημίαις. οὕτω γὰρ διὰ τῆς τῶν ἐχθρῶν ὁμολογίας 10.9.12 ἀναμφηρίστως ἡγοῦμαι τὴν ἐπαγγελίαν πιστώσεσθαι. γράφει τοίνυν ἐν τῷ τετάρτῳ τῆς καθ' ἡμῶν συσκευῆς ὁ Πορφύριος ῥήμασιν αὐτοῖς τάδε· «Ἱστορεῖ δὴ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ συμφωνότατα, Σαγχουνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως θεοῦ Ἰευώ, ὃς Ἀβελβαλῷ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς ὑπ' ἐκείνου καὶ τῶν κατ' αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκῶν πίπτουσι χρόνων καὶ σχεδὸν τοῖς Μωσέως πλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσι διαδοχαί. Σαγχουνιάθων δὲ ὁ κατὰ τὴν τῶν Φοινίκων διάλεκτον φιλαλήθως πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼν καὶ συγγράψας ἐπὶ Σεμιράμεως γέγονε τῆς Ἀσσυρίων βασιλίδος.» 10.9.13 Ταῦτα ὁ Πορφύριος. δεῖ δὴ συλλογίσασθαι τὰ προκείμενα ὧδέ πως· εἴπερ ὁ Σαγχουνιάθων ἐπὶ Σεμιράμεως γέγονεν, ἡ δὲ μακρῷ πρόσθεν τῶν Τρωϊκῶν ὁμολογεῖται, εἴη ἂν καὶ ὁ Σαγχουνιάθων τῶν Τρωϊκῶν παλαιότερος. 10.9.14 ἀλλ' οὗτος παρ' ἑτέρων πρεσβυτέρων αὐτοῦ τοῖς χρόνοις εἰληφέναι λέγεται τὰ ὑπομνήματα· οἱ δὲ