101
ἀνέδην ἅπαντα φέρεσθαι, ὥσπερ κυμάτων τῇδε κἀκεῖσε τῶν δήμων περιαγομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστί. ∆ιὸ καὶ σφοδρός ἐστι τιμωρὸς καταφρονουμένων τούτων. Οὐ γὰρ τὴν τυχοῦσάν σε δίκην ἀπαιτήσει παρακούσαντα, ἀλλὰ καὶ σφόδρα μεγίστην· καὶ οὐδέν σε ἐξαιρήσεται ἀντιλέγοντα, ἀλλὰ καὶ παρὰ ἀνθρώπων ὑποστήσῃ τιμωρίαν χαλεπωτάτην, καὶ τὸν Θεὸν παροξυνεῖς μειζόνως. Ὥσπερ γὰρ νηὸς τὸν κυβερνήτην ἐὰν ἀποστήσῃς, κατεπόντισας τὸ σκάφος· καὶ στρατηγὸν ἂν ἀπαγάγῃς τοῦ στρατοπέδου, δεδεμένους τοῖς πολεμίοις παρέδωκας τοὺς στρατιώτας· οὕτω τῶν πόλεων ἂν τοὺς ἄρχοντας ἀνέλῃς, θηρίων ἀλόγων ἀλογώτερον βιωσόμεθα βίον. Ὅπερ γάρ εἰσιν ἐν ταῖς οἰκίαις τῶν ξύλων αἱ ἱμαντώσεις, τοῦτο οἱ ἄρχοντες ἐν ταῖς πόλεσιν. Ὅταν οὖν ἄρχων ἀνεπίληπτος ᾖ πᾶσι, τότε δυνήσεται μεθ' ὅσης βούλεται ἐξουσίας καὶ κολάζειν καὶ συγχωρεῖν τοὺς ὑπὸ 63.697 αὐτὸν ταττομένους ἅπαντας. Τὸ μὲν γὰρ μὴ κολάσαι τοὺς ὑπευθύνους, καὶ συγγνώμην δοῦναι τοῖς ἀσύγγνωστα ἡμαρτηκόσιν, ἑνός που ἢ δευτέρου μόλις ἐστὶν ἀνθρώπου, καὶ μάλιστα ὅταν βασιλεὺς ὑβριζόμενος ᾖ· καὶ τῷ φόβῳ δὲ ὑποτάξαι πόλιν εὔκολον· τὸ δὲ πάντας ἐραστὰς καταστῆσαι, καὶ μετ' εὐνοίας πεῖσαι διακεῖσθαι περὶ τὴν βασιλείαν, δυσκατόρθωτον, κἂν μυρία τις ἀναλώσῃ χρήματα, κἂν μυρία κινήσῃ στρατόπεδα, κἂν ὁτιοῦν ἐργάσηται, οὐκ εὐκόλως τοσούτων ἀνδρῶν διάθεσιν πρὸς ἑαυτὸν ἐπισπάσασθαι δυνήσεται. Οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχομένους. Καὶ γὰρ πατέρα οὐ τὸ γεννῆσαι μόνον ποιεῖ, ἀλλὰ καὶ τὸ φιλεῖν μετὰ τὸ γεννῆσαι. Εἰ δὲ ἔνθα φύσις, ἀγάπης χρεία, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις. Μείζων ὄντως ἡ τῆς ἱερωσύνης ἀρχὴ τῆς ἀρχῆς τῆς βασιλικῆς, καὶ τοσοῦτον μείζων, ὅσον ὁ μὲν βασιλεὺς σώματα ἐμπεπίστευται, ὁ δὲ ἱερεὺς ψυχάς. Καὶ ὁ μὲν λοιπάδας χρημάτων ἀφίησιν, ὁ δὲ λοιπάδας ἁμαρτημάτων· κἀκεῖνος ἀναγκάζει, οὗτος παρακαλεῖ· ἐκεῖνος ὅπλα αἰσθητὰ, οὗτος ὅπλα πνευματικά· ἐκεῖνος πολεμεῖ πρὸς βαρβάρους, οὗτος πρὸς δαίμονας. ∆ιὰ τοῦτο καὶ ἐν τῇ Παλαιᾷ ἱερεῖς τοὺς βασιλεῖς ἔχριον, καὶ νῦν τὴν κεφαλὴν ὑπὸ τὰς τοῦ ἱερέως χεῖρας φέρων τίθησιν ὁ Θεὸς, παιδεύων ἡμᾶς, ὅτι οὗτος ἐκείνου μείζων ἄρχων· Τὸ γὰρ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Εἰσῆλθε γάρ ποτε ὁ βασιλεὺς Ὀζίας εἰς τὸν ναὸν τοῦ Κυρίου θυμιάσαι θέλων, καὶ εἰσῆλθεν Ἀζαρίας ὁ ἱερεὺς ὀπίσω αὐτοῦ· οὐ γὰρ ὡς βασιλέα μέλλων ἐξελαύνειν, ἀλλ' ὡς δραπέτην καὶ οἰκέτην ἀγνώμονα, οὕτως ἐπεισῆλθε μετὰ σφοδρότητος, ὥσπερ τις σκύλαξ γενναῖος ἐπεισδραμὼν τῷ ἀκαθάρτῳ θηρίῳ, ὥστε αὐτὸ τῆς ∆εσποτικῆς ἐξαγαγεῖν οἰκίας. Οὐκ εἶδεν εἰς τὸν τῆς ἀρχῆς ὄγκον, οὐκ ἤκουσε τοῦ Σολομῶντος λέγοντος, Ἀπειλὴ βασιλέως ὁμοία θυμῷ λέοντος· ἀλλὰ πρὸς τὸν ἀληθινὸν βασιλέα τῶν οὐρανῶν ἰδὼν, καὶ τούτου τῷ φόβῳ ἑαυτὸν ὀχυρώσας, οὕτως ἐπεπήδησε τῷ τυράννῳ. Ἀλλ' εἰσέλθωμεν καὶ ἡμεῖς, εἰ δοκεῖ, ἵνα ἴδωμεν τί πρὸς τὸν βασιλέα διαλέγεται. Οὐκ ἔξεστί σοι, φησὶν, Ὀζία, θυμιᾶσαι τῷ Κυρίῳ· οὐκ ὠνόμασεν αὐτὸν βασιλέα, ἐπειδὴ αὐτὸς ἑαυτὸν προλαβὼν ἐξέβαλε τῆς τιμῆς· ὁ μὲν γὰρ τὴν ἁμαρτίαν ποιῶν, δοῦλός ἐστι, κἂν μυρίους ἐπὶ τῆς κεφαλῆς ἔχῃ στεφάνους· ὁ δὲ τὴν δικαιοσύνην ἐργαζόμενος, κἂν ἁπάντων ἔσχατος ᾖ, καὶ αὐτοῦ τοῦ βασιλέως βασιλικώτερός ἐστι. Καὶ πρόσεχε ᾧ λέγω· Ἐδέησέ ποτε βασιλέα γενέσθαι τοῖς Ἰουδαίοις, ἐπειδὴ ὁ πρότερον γενόμενος ἀνάξιος ἦν. Πέμπεται οὖν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ, καί φησιν· Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα ἐκ τῶν υἱῶν σου. Ὁ Ἰεσσαὶἀκούσας βασιλέα, νομίσας ἐπιτήδειον εἶναι πρὸς τὸ ποιῆσαι ἀξίωμα, ἄγει τὸν πρῶτον υἱόν. Ἄπαγε αὐτὸν, φησὶν, οὐκ εὐδόκησεν ὁ Θεὸς ἐν αὐτῷ. Ἄγει τὸν δεύτερον· οὐδὲ οὗτος· ἄγει τὸν τρίτον· οὐδὲ οὗτος· τὸν τέταρτον, τὸν πέμπτον, τὸν ἕκτον· οὐδὲ οὗτος. Καὶ ἀνηλώθη ὁ χορὸς τῶν παίδων, καὶ ὁ ζητούμενος οὐχ εὑρίσκετο. Λέγει αὐτῷ· Ἔχεις ἄλλον υἱόν; Ἠσχύνθη ὁ πατήρ· Ἔχω ἕνα, φησὶ, μικρὸν, εὐτελῆ, ποιμένα. Τί οὖν; βασιλέα ποιῆσαι ζητεῖς, καὶ τὸν ἐλάττω κρείττονα ἡγῇ τοῦ κρείττονος; ἄνθρωπος ἄνθρωπον ἐξουθενεῖ, ὁ δὲ Θεὸς στεφανοῖ·