(A f. 189 b) Εἰ μὲν οὖν τις βούλοιτο λέγειν, ἄγ γελον εἶναι τὸν παρὰ Θεοῦ ταχθέντα προεστάναι τῆς Ἰουδαίων Συναγωγῆς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέπον τος. Μεμνήμεθα γὰρ τοῦ προφήτου Ζαχαρίου γε γραφότος, ὅτι εἱστήκει τις τῶν ἁγίων ἀγγέλων, τὰς ὑπὲρ τῆς Ἱερουσαλὴμ ἀναφέρων λιτὰς, καὶ λέγων· "Κύριε παντόκρατορ, ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;" Γέγραπται δὲ καὶ ἐν τῇ Ἐξόδῳ, ὡς καταδιώκοντος τοὺς ἐξ Ἰσραὴλ ὁμοίως τοῖς ἰδίοις ὑπασπισταῖς τοῦ τῆς Αἰγυπτίων 72.764 ἐξάρχοντος γῆς, εἶτα μέλλοντος συμπλέκεσθαι πρὸς μάχην αὐτοῖς, ἔστη ἄγγελος Θεοῦ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνὰ μέσον τῶν Αἰγυπτίων, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα. Ἔστι τοίνυν τὸ ἀπεικὸς οὐδὲν, κἀνθάδε νοεῖν τὸν προεστηκότα τῆς Συναγωγῆς ἄγγελον, ἀνατεῖναι ὑπὲρ αὐτῆς τὰς ἱκετηρίας. Εἰ δὲ δή τις λέγοι τὸν Υἱὸν εἶναι τὸν γηπόνον, ἔχοι ἂν καὶ τοῦτο τοῖς καθ ήκουσι λογισμοῖς οὐκ ἀπεοικότα λόγον. Παράκλη τος γὰρ ἡμῶν ἐστι πρὸς τὸν Πατέρα, ἱλαστήριόν τε καὶ γεωργὸς τῶν ἡμετέρων ψυχῶν. Καὶ γοῦν αὐτὸς ἔφη περὶ ἑαυτοῦ· "Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ." Ἀδικήσει δὲ τοῦτο εἰς δόξαν οὐδὲν τὸν Υἱὸν, τὸ περικεῖσθαι, φημὶ, τοῦ γηπόνου τὸ πρόσωπον. Εὑρίσκεται γὰρ καὶ αὐτὸς ὁ Πατὴρ τοῦτο λαβὼν, μῶμον οὐδένα ταύτης ἕνεκα τῆς αἰτίας ὑπομείνας πώποτε. Ἔφη γὰρ ὁ Υἱὸς τοῖς ἁγίοις ἀποστόλοις· "Ἐγώ εἰμι ἡ ἄμπελος· ὑμεῖς τὰ κλή ματα· ὁ Πατήρ μου ὁ γεωργός ἐστι." Πρὸς ἕκαστα γὰρ τῶν προκειμένων θεωρημάτων ἔσθ' ὅτε καὶ ἡ τοῦ λόγου γίνεται διεκβολή. (A f. 189 b) Ὅτι δὲ ἔμελλε τὴν ἐκβολὴν ὑπομέ νειν ὁ Ἰσραὴλ διὰ πολλὴν ἀκαρπίαν, ὑπεσήμαινέ πως καὶ ὁ μακάριος Βαπτιστὴς, λέγων· "Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται," καὶ τὰ ἑξῆς. Ἔοικε τοίνυν συκῇ παραβάλλειν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ὅτι καὶ ἑτέροις αὐτὴν παρα βάλλει φυτοῖς τὸ Γράμμα τὸ ἱερὸν, ἀμπέλῳ, φημὶ, καὶ ἐλαίᾳ, καὶ δρυμοῖς. Καὶ γοῦν ὁ προφήτης Ἱε ρεμίας ποτὲ μὲν περὶ αὐτῆς φησιν, ἤτοι τῶν ἐν αὐτῇ· "Ἄμπελος εὐκληματοῦσα Ἰσραήλ." Ποτὲ δὲ πάλιν ὡς πρὸς αὐτήν· "Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει, ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς καιρὸν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτήν· μεγάλη ἡ θλῖψις ἐπ' αὐτὴν, ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς." Ἕτερος δὲ τῶν προφητῶν, Λιβάνῳ τῷ ὄρει παρει κάζων αὐτὴν, οὕτω φησί· "∆ιάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου." ∆εδαπάνηται γὰρ ὡς ὑπὸ πυρὸς, ὁ ἐν τοῖς Ἱεροσολύμοις δρυμὸς, τουτέστιν ὁ ἐν αὐτῇ δῆμος. Οὐκοῦν εἰς εἰκόνα δέχεται τῆς Ἰουδαίων Συναγωγῆς, ὡς ἔφην, ἤγουν τῶν ἐξ Ἰσραὴλ, τὴν ἐν τῇ παραβολῇ λεγομένην συκῆν. Ἦλθε δὲ, φησὶ, ζη τῶν καρπὸν, καὶ οὐχ εὗρε. Τοῦτο τρίτον ἦλθε· τὸ πρῶτον, διὰ Μωϋσέως καὶ Ἀαρών· δεύτερον, καθ' ὃν ἦν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ μετ' αὐτὸν οἱ κριταί· τρίτον δὲ μετὰ τούτους, καθ' ὃν γεγόνασιν οἱ μακά ριοι προφῆται μέχρις Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἐν τούτοις γέγονε τοῖς καιροῖς ἄκαρπος ὁ Ἰσραήλ. Ὅσον γὰρ ἧκεν εἰς τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ καὶ Πα τρὸς, δῆλον δὲ ὅτι καὶ τοῦ Υἱοῦ, ἀπαράδεκτος ἦν ὡς ἐν σκιαῖς καὶ τύποις λατρεία, ἄκαρπος παντελῶς τό γε ἧκον εἰς πνευματικὴν εὐοσμίαν. Γέγονεν οὖν καὶ ἀπόβλητος. Καὶ τοῦτο διδάξει λέγων αὐτὸς ὁ Σωτὴρ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· "Θυ σίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα 72.765 καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας." Καὶ διὰ Ἡσαΐου· "Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν· Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε· ἐὰν φέρητε σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοί ἐστιν." Ὃ δὴ μισεῖ καὶ βδελύττεται Θεὸς, πῶς ἂν νοηθείη καρπὸς εἶναι ψυχῆς νοητὸς, καὶ πνευματικὸς, καὶ εὐπαράδεκτος αὐτῷ; 9Ἰδοὺ γυνὴ ἦν, πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ.9 (A f. 190, B f. 133) Ἦν δὲ ἐν τῇ Συναγωγῇ γυνὴ ὀκτωκαίδεκα ἔτη ἐξ ἀσθενείας συγκύπτουσα. Ὀνί νησιν οὐ μετρίως τοὺς εὖ φρονοῦντας