1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

102

Φοινίκων τά τε Χαλδαίων καὶ Αἰγυπτίων ἀναγράψασι συνεχρήσαντο· ὁμοῦ δὲ οἱ πάντες, τὰ Ἑλληνικὰ καὶ τὰ βάρβαρα τά τε παρ' αὐτοῖς Ἑβραίοις συναγαγόντες καὶ τὰς παρὰ πᾶσιν ἱστορίας παραθέντες θατέρᾳ τε τὴν ἑτέραν συγκρούσαντες, τὰ παρὰ τοῖς πᾶσιν ὑπὸ τοὺς αὐτοὺς χρόνους πραχθέντα συνεξητά10.9.28 κασιν. εἶθ' ἕκαστος οἰκείαις μεθόδοις τὴν τῶν ἀποδεικνυμένων κατα σκευὴν πεποιημένος σύμφωνον καὶ ὁμολογουμένην τὴν ἀπόδειξιν εἰσηνέγκαντο. διὸ καὶ μάλιστα ταῖς αὐτῶν ἡγησάμην δεῖν παραχωρῆσαι φωναῖς τὸν παρόντα λόγον, ὅπως ὁμοῦ τῶν οἰκείων μὴ ἀποστεροῖντο καρπῶν οἱ τῶν λόγων πατέρες καὶ διὰ πλειόνων μαρτύρων, ἀλλὰ μὴ δι' ἑνὸς ἐμοῦ, ἡ σύστασις τῆς ἀληθείας ἀναμφίλεκτον λάβοι τὴν ἐπικύρωσιν.

10.10.1 ιʹ. ΑΠΟ ΤΟΥ ΤΡΙΤΟΥ ΤΩΝ ΑΦΡΙΚΑΝΟΥ ΧΡΟΝΟΓΡΑΦΙΩΝ «Μέχρι μὲν τῶν Ὀλυμπιάδων οὐδὲν ἀκριβὲς ἱστόρηται τοῖς Ἕλλησι, πάντων συγκεχυμένων καὶ κατὰ μηδὲν αὑτοῖς τῶν πρὸ τοῦ συμφωνούντων· αἱ δὲ ἠκρίβωνται πολλοῖς, τῷ μὴ ἐκ πλείστου διαστήματος, διὰ τετραετίας 10.10.2 δὲ τὰς ἀναγραφὰς αὐτῶν ποιεῖσθαι τοὺς Ἕλληνας. οὗ δὴ χάριν τὰς ἐνδοξοτάτας καὶ μυθώδεις ἐπιλεξάμενος ἱστορίας μέχρι τῆς πρώτης Ὀλυμπιάδος ἐπιδραμοῦμαι· τὰς δὲ μετὰ ταῦτα συζεύξας κατὰ χρόνον ἑκάστας, εἴ τινες ἐπίσημοι, ταῖς Ἑλληνικαῖς τὰς Ἑβραϊκάς, ἐξιστορῶν μὲν τὰ Ἑβραίων,ἐφαπτόμενος δὲ τῶν Ἑλληνικῶν, ἐφαρμόσω τόνδε τὸν τρόπον· λαβόμενος μιᾶς πράξεως Ἑβραϊκῆς ὁμοχρόνου πράξει ὑφ' Ἑλλήνων ἱστορηθείσῃ καὶ ταύτης ἐχόμενος ἀφαιρῶν τε καὶ προστιθεὶς τίς τε Ἕλλην ἢ Πέρσης ἢ καὶ ὁστισοῦν τῇ Ἑβραίων συνεχρόνισεν ἐπισημειούμενος, ἴσως ἂν τοῦ σκοποῦ τύχοιμι. 10.10.3 Ἑβραίων μὲν οὖν ἡ μετοικία ἐπισημοτάτη, αἰχμαλωτισθέντων ὑπὸ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, παρέτεινεν ἔτη ἑβδομήκοντα, καθὰ προεφήτευσεν Ἱερεμίας. τοῦ δὴ Ναβουχοδονόσορ μνημονεύει Βηρωσσὸς ὁ Βα10.10.4 βυλώνιος. μετὰ δὲ τὰ οʹ τῆς αἰχμαλωσίας ἔτη Κῦρος Περσῶν ἐβασίλευσεν, ᾧ ἔτει Ὀλυμπιὰς ἤχθη νεʹ, ὡς ἐκ τῶν Βιβλιοθηκῶν ∆ιοδώρου καὶ τῶν Θαλλοῦ καὶ Κάστορος ἱστοριῶν, ἔτι δὲ Πολυβίου καὶ Φλέγοντος ἔστιν εὑρεῖν, ἀλλὰ καὶ ἑτέρων, οἷς ἐμέλησεν Ὀλυμπιάδων· ἅπασι γὰρ συνεφώνησεν 10.10.5 ὁ χρόνος. Κῦρος δ' οὖν τῷ πρώτῳ τῆς ἀρχῆς ἔτει, ὅπερ ἦν Ὀλυμπιάδος νεʹ ἔτος τὸ πρῶτον, διὰ Ζοροβάβελ, καθ' ὃν Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, τὴν πρώτην καὶ μερικὴν ἀπόπεμψιν ἐποιήσατο τοῦ λαοῦ, πληρωθείσης τῆς ἑβδομηκον10.10.6 ταετίας, ὡς ἐν τῷ Ἔσδρᾳ παρὰ τοῖς Ἑβραίοις ἱστόρηται. αἱ μὲν οὖν ἱστορίαι συντρέχουσι Κύρου τε βασιλείας καὶ αἰχμαλωσίας τέλους καὶ τὰ κατὰ τὰς Ὀλυμπιάδας οὕτως εἰς ἡμᾶς εὑρεθήσεται συμφωνήσαντα· τούτοις γὰρ ἑπόμενοι καὶ τὰς λοιπὰς ἱστορίας κατὰ τὸν αὐτὸν λόγον ἀλλήλαις ἐφαρμόσομεν. 10.10.7 τὰς δὲ πρὸ τούτων ὡδί πως τῆς Ἀττικῆς χρονογραφίας ἀριθμουμένης, ἀπὸ Ὠγύγου τοῦ παρ' ἐκείνοις αὐτόχθονος πιστευθέντος, ἐφ' οὗ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῇ Ἀττικῇ κατακλυσμός, Φορωνέως Ἀργείων βασιλεύοντος, ὡς Ἀκουσίλαος ἱστορεῖ, μέχρι πρώτης Ὀλυμπιάδος, ὁπόθεν Ἕλληνες ἀκριβοῦντοὺς χρόνους ἐνόμισαν, ἔτη συνάγεται χίλια εἴκοσιν, ὡς καὶ τοῖς προειρημένοις 10.10.8 συμφωνεῖ καὶ τοῖς ἑξῆς δειχθήσεται. ταῦτα γὰρ οἱ τὰ Ἀθηναίων ἱστοροῦντες, Ἑλλάνικός τε καὶ Φιλόχορος οἱ τὰς Ἀτθίδας, οἵ τε τὰ Σύρια Κάστωρ καὶ Θαλλὸς καὶ ὁ τὰ πάντων ∆ιόδωρος ὁ τὰς Βιβλιοθήκας Ἀλέξανδρός τε ὁ Πολυΐστωρ καί τινες, οἳ τῶν καθ' ἡμᾶς ἀκριβέστερον ἐμνήσθησαν καὶ τῶν Ἀττικῶν ἁπάντων. εἴ τις οὖν ἐν τοῖς χιλίοις εἴκοσιν ἔτεσιν ἐπίσημος ἱστορία τυγχάνει, κατὰ τὸ χρήσιμον ἐκλεγήσεται.» 10.10.9 Καὶ μετὰ βραχέα ἐπιλέγει· «Φαμὲν τοίνυν ἔκ γε τοῦδε