103
τοῦ συγγράμματος Ὤγυγον, ὃς τοῦ πρώτου κατακλυσμοῦ γέγονεν ἐπώνυμος πολλῶν διαφθαρέντων διασωθείς, κατὰ τὴν Αἰγύπτου τοῦ λαοῦ μετὰ Μωσέως ἔξοδον γεγενῆσθαι, τόνδε τὸν τρόπον· 10.10.10 ἐπὶ πρώτην Ὀλυμπιάδα τὴν προειρημένην ἀπὸ Ὠγύγου ἔτη δειχθήσεται χίλια εἴκοσιν· ἀπὸ δὲ πρώτης Ὀλυμπιάδος ἐπὶ τῆς νεʹ ἔτος πρῶτον, τουτέστιν ἐπὶ Κύρου βασιλείας ἔτος πρῶτον, ὅπερ ἦν αἰχμαλωσίας τέλος, ἔτη σιζʹ. ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κῦρον ἔτη χίλια διακόσια τριάκοντα ἑπτά. εἰ δ' ἀναφέροι τις ἐπιλογιζόμενος ἀπὸ τοῦ τέλους τῆς αἰχμαλωσίας #22ασλζʹ ἔτη, κατὰ ἀνάλυσιν εὑρίσκεται ταὐτὸν διάστημα ἐπὶ τὸ πρῶτον ἔτος τῆς ἀπ' Αἰγύπτου διὰ Μωσέως ἐξόδου Ἰσραήλ, ὅσον ἀπὸ τῆς νεʹ Ὀλυμπιάδος ἐπὶ Ὤγυγον, ὃἔκτισεν Ἐλευσῖνα· ὅθεν ἐπισημότερόν ἐστι καταλαβεῖν τὴν Ἀττικὴν χρονογραφίαν.» 10.10.11 Καὶ μεθ' ἕτερα· «Καὶ τοσαῦτα μὲν πρὸ Ὠγύγου. κατὰ δὲ τοὺς τούτου χρόνους ἐξῆλθε Μωσῆς ἀπ' Αἰγύπτου· καὶ ὡς οὐκ ἄπιστον τότε ταῦτα συμβῆναι, δείκνυμεν 10.10.12 οὕτως· ἀπὸ τῆς ἐξόδου Μωσέως ἐπὶ Κῦρον, ὃς ἐβασίλευσε μετὰ τὴν αἰχμαλωσίαν, ἔτη #22ασλζʹ· Μωσέως γὰρ ἔτη τὰ λοιπὰ μʹ· Ἰησοῦ τοῦ μετ' ἐκεῖνον ἡγησαμένου κεʹ· πρεσβυτέρων ἔτη λʹ τῶν μετὰ Ἰησοῦν Κριτῶν· τῶν τε ἐν τῇ βίβλῳ τῶν Κριτῶν περιεχομένων ἔτη υʹ· ἱερέων δὲ Ἠλεὶ καὶ Σαμουὴλ ἔτη ʹ· τῶν δ' ἑξῆς βασιλέων Ἑβραίων ἔτη τετρακόσια ʹ· τῆς δ' αἰχμαλωσίας ἑβδομήκοντα, ἧς τὸ τελευταῖον ἔτος ἦν Κύρου βασιλείας ἔτος πρῶτον, ὡς προειρή 10.10.13 καμεν. ἐπὶ δὲ πρώτην Ὀλυμπιάδα ἀπὸ Μωσέως ἔτη #22ακʹ, εἴπερ ἐπὶ πεντηκοστῆς πέμπτης ἔτος πρῶτον ἔτη #22ασλζʹ, κἀν τοῖς Ἑλληνικοῖς συνέδραμεν 10.10.14 ὁ χρόνος. μετὰ δὲ Ὤγυγον, διὰ τὴν ἀπὸ τοῦ κατακλυσμοῦ πολλὴν φθοράν, ἀβασίλευτος ἔμεινεν ἡ νῦν Ἀττικὴ μέχρι Κέκροπος ἔτη ρπθʹ. τὸν γὰρ μετὰ Ὤγυγον Ἀκταῖον ἢ τὰ πλασσόμενα τῶν ὀνομάτων οὐδὲ γενέσθαι φησὶ Φιλόχορος.» 10.10.15 Καὶ αὖθις· «Ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κῦρον, ὁπόσα ἀπὸ Μωσέως ἐπὶ τὸν αὐτὸν χρόνον, ἔτη #22ασλζʹ. καὶ Ἑλλήνων δέ τινες ἱστοροῦσι κατὰ τοὺς αὐτοὺς χρόνους γενέσθαι Μωσέα· Πολέμων μὲν ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν λέγων· «Ἐπὶ Ἄπιδος τοῦ Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰγύπτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν», 10.10.16 αὐτοὶ δηλονότι οἱ μετὰ Μωσέως· Ἀπίων δὲ ὁ Ποσειδωνίου, περιεργότατος γραμματικῶν, ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησι κατὰ Ἴναχον Ἄργους βασιλέα, Ἀμώσιος Αἰγυπτίων βασιλεύοντος,10.10.17 ἀποστῆναι Ἰουδαίους, ὧν ἡγεῖσθαι Μωσέα. μέμνηται δὲ καὶ Ἡρόδοτος τῆς ἀποστασίας ταύτης καὶ Ἀμώσιος ἐν τῇ δευτέρᾳ· τρόπῳ δέ τινι καὶ Ἰουδαίων αὐτῶν, ἐν τοῖς περιτεμνομένοις αὐτοὺς καταριθμῶν καὶ Ἀσσυρίους τοὺς ἐν τῇ 10.10.18 Παλαιστίνῃ ἀποκαλῶν, τάχα δι' Ἁβραάμ. Πτολεμαῖος δὲ ὁ Μενδήσιος τὰ Αἰγυπτίων ἀνέκαθεν ἱστορῶν ἅπασι τούτοις συντρέχει· ὥστ' οὐδ' ἐπίσημος 10.10.19 ἐπὶ πλέον ἡ τῶν χρόνων παραλλαγή. σημειωτέον δὲ ὡς ὅ τι ποτὲ ἐξαίρετον Ἕλλησι δι' ἀρχαιότητα μυθεύεται, μετὰ Μωσέα τοῦθ' εὑρίσκεται, κατακλυσμοί τε καὶ ἐκπυρώσεις, Προμηθεύς, Ἰώ, Εὐρώπη, Σπαρτοί, Κόρης ἁρπαγή, μυστή ρια, νομοθεσίαι, ∆ιονύσου πράξεις, Περσεύς, ἆθλοι Ἡράκλειοι, Ἀργοναῦται, Κένταυροι, Μινώταυρος, τὰ περὶ Ἴλιον, Ἡρακλειδῶν κάθοδος, Ἰώνων ἀποικί10.10.20 καὶ Ὀλυμπιάδες. ἔδοξε δή μοι τῆς Ἀττικῆς βασιλείας τὸν προειρημένον ἐκτιθέναι χρόνον, παρατιθέναι μέλλοντι ταῖς Ἑβραϊκαῖς ἱστορίαις τὰς Ἑλληνικάς. ἐξέσται γὰρ τῷ βουλομένῳ, παρ' ἐμοῦ τὴν ἀρχὴν κομιζομένῳ, λογίζεσθαι τὸν ἀριθμὸν ὁμοίως ἐμοί. 10.10.21 Οὐκοῦν τῶν χιλίων καὶ εἴκοσιν ἐτῶν, τῶν μέχρι πρώτης Ὀλυμπιάδος ἀπὸ Μωσέως τε καὶ Ὠγύγου ἐκκειμένων, πρώτῳ μὲν ἔτει τὸ Πάσχα καὶ τῶν Ἑβραίων ἔξοδος ἡ ἀπ' Αἰγύπτου, ἐν δὲ τῇ Ἀττικῇ ὁ ἐπὶ Ὠγύγου γίνεται κατα10.10.22 κλυσμός· καὶ κατὰ