104
λόγον· τῶν γὰρ Αἰγυπτίων ὀργῇ θεοῦ χαλάζαις τε καὶ χειμῶσι μαστιζομένων εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν τῆς γῆς, ὅτε γε Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν, ἀποίκους ἐκείνων ὑπονοου10.10.23 μένους, ὥς φασιν ἄλλοι τε καὶ ἐν τῷ Τρικαράνῳ Θεόπομπος. ὁ δὲ μεταξὺ χρόνος παραλέλειπται, ἐν ᾧ μηδὲν ἐξαίρετον Ἕλλησιν ἱστόρηται. μετὰ δὲ τέσσαρα καὶ ἐνενήκοντα ἔτη ἦν Προμηθεύς, ὥς τινες, ὃς πλάσσειν ἀνθρώπους ἐμυθεύετο· σοφὸς γὰρ ὢν εἰς παιδείαν αὐτοὺς ἀπὸ τῆς ἄγαν ἰδιωτείας μετέπλασσε.» Ταῦτα μὲν ὁ Ἀφρικανός. μεταβῶμεν δ' ἡμεῖς ἐφ' ἕτερον·
10.11.1 ιαʹ. ΑΠΟ ΤΟΥ ΠΡΟΣ ΕΛΛΗΝΑΣ ΤΑΤΙΑΝΟΥ «Νῦν δὲ προσήκειν μοι νομίζω παραστῆσαι πρεσβυτέραν τὴν ἡμετέραν φιλοσοφίαν τῶν παρ' Ἕλλησιν ἐπιτηδευμάτων. ὅροι δ' ἡμῖν κείσονται Μωσῆς καὶ Ὅμηρος. τῷ γὰρ ἑκάτερον αὐτῶν εἶναι παλαίτατον καὶ τὸν μὲν ποιητῶν καὶ ἱστορικῶν εἶναι πρεσβύτατον, τὸν δὲ πάσης σοφίας βαρβάρου ἀρχηγόν, 10.11.2 καὶ ὑφ' ἡμῶν νῦν εἰς σύγκρισιν παραλαμβανέσθωσαν. εὑρήσομεν γὰρ οὐ μόνον τῆς Ἑλλήνων παιδείας τὰ παρ' ἡμῖν, ἔτι δὲ καὶ τῆς τῶν γραμμάτων εὑρέσεως ἀνώτερα· μάρτυρας δὲ οὐ τοὺς οἴκοι παραλήψομαι, βοηθοῖς δὲ μᾶλλον Ἕλλησι καταχρήσομαι. τὸ μὲν γὰρ ἄγνωμον, ὅτι μηδ' ὑφ' ὑμῶν παραδεκτόν· τὸ δὲ ἂν ἀποδεικνύηται, θαυμαστόν, ὁπόταν ὑμῖν διὰ τῶν ὑμετέρων ὅπλων ἀντ10.11.3 ερείδων ἀνυπόπτους καθ' ὑμῶν τοὺς ἐλέγχους παραλαμβάνω. περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γένους τε αὐτοῦ καὶ χρόνου καθ' ὃν ἤκμασε προηρεύνησαν πρεσβύτατοι μὲν Θεαγένης τε ὁ Ῥηγῖνος, κατὰ Καμβύσην γεγονώς, καὶ Στησίμβροτος ὁ Θάσιος καὶ Καλλίμαχος ὁ Κολοφώνιος Ἡρόδοτός τε Ἁλικαρνασεὺς καὶ ∆ιονύσιος Ὀλύνθιος· μετὰ δὲ ἐκείνους Ἔφορος ὁ Κυμαῖος καὶ Φιλόχορος ὁ Ἀθηναῖος Μεγακλείδης τε καὶ Χαμαιλέων οἱ Περιπατητικοί· ἔπειτα γραμματικοὶ Ζηνόδοτος, Ἀριστοφάνης, Καλλίμαχος, Κράτης, Ἐρατοσθένης, Ἀρίστ10.11.4 αρχος, Ἀπολλόδωρος. τούτων δὲ οἱ μὲν περὶ Κράτητα πρὸ τῆς Ἡρακλειδῶν καθόδου φασὶν αὐτὸν ἠκμακέναι, μετὰ τὰ Τρωϊκὰ ἐνδοτέρω τῶν ὀγδοήκοντα ἐτῶν· οἱ δὲ περὶ τὸν Ἐρατοσθένην μετὰ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως· οἱ δὲ περὶ τὸν Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν, ἥ ἐστι μετὰ ἑκατὸν τεσσαράκοντα ἔτη τῶν Ἰλιακῶν· Φιλόχορος δὲ μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσι τεσσαράκοντα, ἐπὶ ἄρχοντος Ἀθήνησιν Ἀρξίππου, τῶν Ἰλιακῶν ὕστερονἔτεσιν ἑκατὸν ὀγδοήκοντα· οἱ δὲ περὶ Ἀπολλόδωρον μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσιν ἑκατόν, ὃ γένοιτ' ἂν ὕστερον τῶν Ἰλιακῶν ἔτεσι διακοσίοις τεσσαράκοντα· τινὲς δὲ πρὸ τῶν Ὀλυμπιάδων ἔφασαν αὐτὸν γεγονέναι, τουτέστι μετὰ τὴν Ἰλίου ἅλωσιν ἔτεσι τετρακοσίοις· ἕτεροι δὲ κάτω τὸν χρόνον ὑπήγαγον, σὺν Ἀρχιλόχῳ γεγονέναι τὸν Ὅμηρον εἰπόντες· ὁ δὲ Ἀρχίλοχος ἤκμασε περὶὈλυμπιάδα τρίτην καὶ εἰκοστήν, κατὰ Γύγην τὸν Λυδόν, ὕστερον τῶν Ἰλιακῶν 10.11.5 ἔτεσι πεντακοσίοις. καὶ περὶ μὲν τῶν χρόνων τοῦ προειρημένου ποιητοῦ, λέγω δὴ Ὁμήρου, στάσεώς τε καὶ τῶν εἰπόντων τὰ περὶ αὐτὸν ἀσυμφωνίας τοῖς ἐπ' ἀκριβὲς ἐξετάζειν δυναμένοις αὐτάρκως ἡμῖν ὡς ἐπὶ κεφαλαίῳ εἰρήσθω. δυνατὸν γὰρ παντὶ ψευδεῖς ἀποφαίνεσθαι καὶ τὰς περὶ τοὺς λόγους δόξας. παρ' οἷς γὰρ ἀσυνάρτητός ἐστιν ἡ τῶν χρόνων ἀναγραφή, παρὰ τούτοις οὐδὲ τὰ τῆς ἱστορίας ἀληθεύειν δύναται.» 10.11.6 Καὶ μετὰ βραχέα· «Πλὴν Ὅμηρος ἔστω μὴ μόνον ὕστερος τῶν Ἰλιακῶν, ἀλλὰ κατ' ἐκεῖνον αὐτὸν ὑπειλήφθω γεγονέναι τὸν τοῦ πολέμου καιρόν, ἔτι δὲ καὶ τοῖς περὶ Ἀγαμέμνονα συνεστρατεῦσθαι καί, εἰ βούλεταί τις, καὶ πρὶν τῶν στοιχείων τὴν εὕρεσιν γεγονέναι· φανήσεται γὰρ ὁ προειρημένος Μωσῆς αὐτῆς μὲν τῆς Ἰλιακῆς ἁλώσεως πρεσβύτερος