[A Prayer for the New Fruits.]
XLV. But let him pray thus after the foregoing prayer, and say: O God Almighty, the Father of Thy Christ, Thy only begotten Son, give me a body undefiled, a heart pure, a mind watchful, an unerring knowledge, the influence of the Holy Ghost for the obtaining and assured enjoying of the truth, through Thy Christ, by whom 192 One V. ms. reads, “with whom glory be to Thee, along with the Holy Spirit.” glory be to Thee, in the Holy Spirit, for ever. Amen. We have thought it reasonable to make these constitutions concerning the catechumens.
[Sec. IV.—Enumeration Ordained by Apostles.]
[45] Μετὰ τοῦτο ἑστὼς προσευχέσθω τὴν εὐχήν, ἣν ἐδίδαξεν ἡμᾶς ὁ Κύριος. Ἀναγκαίως δὲ τὸν ἀναστάντα δεῖ ἑστάναι καὶ προσεύχεσθαι διὰ τὸ τὸν ἐγειρόμενον ὄρθιον εἶναι: καὶ αὐτὸς οὖν συναποθανὼν τῷ Χριστῷ καὶ συνεγερθεὶς ἕστηκεν. Προσευχέσθω δὲ κατὰ ἀνατολάς: καὶ γὰρ καὶ τοῦτο γέγραπται ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων, ὅτι μετὰ τὸ συντελεσθῆναι τὸν ναὸν τοῦ Κυρίου ὑπὸ τοῦ βασιλέως Σολομῶνος ἐν αὐτῷ τῷ ἐγκαινισμῷ οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ οἱ ψαλτῳδοὶ μετὰ κυμβάλων καὶ ψαλτηρίων εἱστήκεισαν κατὰ ἀνατολάς, αἰνοῦντες καὶ ἐξομολογούμενοι καὶ λέγοντες: »Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ«. Προσευχέσθω δὲ ταῦτα μετὰ τὴν προτέραν εὐχὴν λέγων: Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Χριστοῦ σου τοῦ μονογενοῦς Υἱοῦ σου, δός μοι σῶμα ἄσπιλον, καρδίαν καθαράν, νοῦν ἐγρήγορον, γνῶσιν ἀπλανῆ, Πνεύματος ἁγίου ἐπιφοίτησιν πρὸς κτῆσιν καὶ πληροφορίαν τῆς ἀληθείας διὰ τοῦ Χριστοῦ σου, δι' οὗ σοι δόξα ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας: ἀμήν. Ταῦτα καὶ περὶ τῶν κατηχουμένων δίκαιον ἡγησάμεθα διατάξασθαι.