1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

105

νεαρῷ ὄντι ἔπεισι τῷ ἕλκει, ἀλλὰ κοιμισθέντι ἤδη καὶ ἀφανισθέντι· ὅπερ οὐκ ὀλίγον ὑποτέμνεται τῆς ὀδύνης. Οὗτος δὲ ὁλόκληρον αὐτῷ τὸν χορὸν εἶδεν ἐν μιᾷ ἀναρπασθέντα καιροῦ ῥοπῇ, καὶ τρόπῳ πικροτάτῳ τελευτῆς, καὶ ἐν ὥρᾳ συμποσίου, καὶ ἐν οἰκίᾳ τῇ τοῖς ξένοις ἀνεῳγμένῃ, καὶ τάφος αὐτοῖς ὁ οἶκος ἐγένετο. Τίς δ' ἂν εἴποι τὸν λιμὸν ἐκεῖνον τὸν καινότερον καὶ ἑρμηνευθῆναι μὴ δυνάμενον, τὸν ἑκούσιον, τὸν ἀκούσιον; οὐ γὰρ οἶδα πῶς αὐτὸν καλέσω· ἑκούσιον; ἀλλ' ἐβούλετο ἀπογεύσασθαι τῶν προκειμένων· ἀλλ' ἀκούσιον; ἀλλὰ παρῆν τὰ σῖτα, καὶ οὐδεὶς ὁ κωλύων ἦν, ἀλλὰ καὶ παρακειμένης ἀπείχετο τῆς τραπέζης, καὶ ὁρωμένων οὐχ ἥπτετο τῶν σιτίων. Τῶν γὰρ περὶ τὸ σῶμα τραυμάτων ἡ δυσωδία προαπαντῶσα κατέλυε τὴν ἐπιθυμίαν, καὶ αὐτὴν ἐνεπίμπλα τὴν τράπεζαν τῆς ἀηδίας· Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σιτία μου. Καὶ ἡ μὲν ἀνάγκη τοῦ λιμοῦ τῶν προκειμένων ἅπτεσθαι, ἐβιάζετο, ἡ δὲ ὑπερβολὴ τῆς δυσωδίας τῆς ἐκ τῶν σαρκῶν γινομένης ἐνίκα τοῦ λιμοῦ τὴν βίαν. Πῶς ἂν διηγησαίμην τὰς ὀδύνας. τὰς πηγὰς τῶν σκωλήκων, τὸν ἰχῶρα τὸν καταῤῥέοντα, τὰ ὀνείδη τῶν φίλων, τὴν καταφρόνησιν τῶν οἰκετῶν; Οὐ γὰρ ἐφείσαντό μου, φησὶν, οἱ οἰκέται μου, ἀπὸ προσώπου ἐμπτυσμάτων· καὶ οὓς οὐχ ἡγησάμην ἀξίους εἶναι κυνῶν τῶν ἐμῶν νομάδων, οὗτοι νῦν ἐπιπεπτώκασί 63.702 μοι, καὶ νουθετοῦσί μοι ἐλάχιστοι. Ἆρα οὐχὶ χαλεπὰ ταῦτα ἅπαντα εἶναι δοκεῖ; καὶ γάρ ἐστι χαλεπὰ καὶ ἀφόρητα· ἀλλ' ὅμως, ὅτε κατηξίωσεν ὁ φιλάνθρωπος Θεὸς εἰπεῖν αὐτῷ τῶν ἀγώνων τούτων τὴν αἰτίαν, ὅτι Ἵνα δίκαιος ἀναφανῇς, ταῦτα συνεχωρήθη, οὕτως ἀνέπνευσεν, ὡς μηδὲν δόξαι πεπονθέναι τῶν λυπηρῶν ἐκείνων. Ὡς γὰρ ἐν τῷ σκάμματι τὸν ἀθλητὴν καὶ ἱδρῶτι καὶ κόνει καὶ θέρμῃ πολλῇ καὶ πόνοις καὶ ταλαιπωρίαις μάχεσθαι δεῖ· οὕτω καὶ τὸν δίκαιον ἐνταῦθα πολλὰ ὑπομένειν χρὴ, καὶ φέρειν ἅπαντα γενναίως, εἴ γε μέλλοι λαμπροὺς ἀπολήψεσθαι τοὺς στεφάνους ἐκεῖ. Εἰ γὰρ δὴ σῶμα μακαρίζομεν τὸ δυνάμενον ψῦχος καὶ καῦμα ἀλύπως φέρειν, καὶ λιμὸν καὶ ἔνδειαν καὶ ὁδοιπορίαν καὶ ταλαιπωρίας ἑτέρας· πολλῷ μᾶλλον ψυχὴν μακαρίζειν δεῖ τὴν δυναμένην καρτερῶς καὶ γενναίως ἁπάσας τῶν δεινῶν φέρειν τὰς προσβολὰς, καὶ διατηρεῖν ἀδούλωτον αὐτῆς διαπαντὸς τὸ φρόνημα. Ὥσπερ οὖν ἡ ἀργίας καὶ ἀδείας ἀπολαύουσα ψυχὴ, εὐκόλως ὑπὸ τῶν παθῶν ἁλίσκεται, οὕτω καὶ ἡ διηνεκῶς τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν ἐσχολακυῖα, οὐδὲ σχολὴν ἄγει ταῦτα ἐννοῆσαί ποτε, τῆς περὶ τὰ παλαίσματα μερίμνης πάντων αὐτὴν ἀπαγούσης ἐκείνων. Οὐ γὰρ τὸ ποιῆσαί τι χρηστὸν μόνον, ἀλλὰ καὶ τὸ παθεῖν κακὸν, πολλὰς ἔχει τὰς ἀμοιβάς· καὶ δείκνυσιν ὁ Ἰὼβ ἀπὸ τῶν παθημάτων μᾶλλον ἢ ἀπὸ τῶν κατορθωμάτων εὐδοκιμήσας. Οὐδὲ γὰρ οὕτω λαμπρὸς ἦν, ἡνίκα τὰ χρήματα ἐκέκτητο, καὶ τὴν οἰκίαν ἀνεῴγει τοῖς πένησι, καὶ τὰ ὄντα ἐξεδίδου, ὡς ὅτε ἀκούσας αὐτὴν καταπεσοῦσαν οὐκ ἀπεδυσπέτησεν· οὐκ ἦν οὕτω λαμπρὸς, ὅτε ἀπὸ τῆς κουρᾶς τῶν προβάτων τοὺς γυμνοὺς περιέβαλλεν, ὡς ἦν λαμπρὸς καὶ εὐδόκιμος, ὅτε, ἀκούσας ὅτι πῦρ κατέπεσε καὶ πάντα ἀνάλωσεν, εὐχαρίστησε. Τότε φιλάνθρωπος ἦν, νῦν ἐγένετο φιλόσοφος· τότε ἠλέει τοὺς πένητας, νῦν δὲ εὐχαριστεῖ τῷ ∆εσπότῃ. Καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· Τί ποτε τοῦτό ἐστι; τὰ ποίμνια ἀνάλωται, ἀφ' ὧν ἐτρέφοντο μυρίοι πένητες· καὶ, εἰ ἀνάξιος ἤμην ἐγὼ ἀπολαύειν εὐπορίας, διὰ γοῦν τοὺς μὴ ἔχοντας ἔδει φείσασθαι. Ἀλλ' οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ᾔδει τὸν Θεὸν πρὸς τὸ συμφέρον πάντα οἰκονομοῦντα. Καὶ ἵνα μάθῃς ὅτι μείζονα ὕστερον ἔδωκε τὴν πληγὴν τῷ διαβόλῳ, ὅτε ἀφαιρεθεὶς ηὐχαρίστησεν, ἢ ὅτε κεκτημένος ἠλέει, ἄκουσον· Ὅτε ἐκέκτητο, κἂν ὑποψίαν τινὰ ἔσχεν εἰπεῖν ὁ διάβολος, ὅτι Μὴ δωρεὰν σέβεταί σε Ἰώβ; 63.703 ἐπεὶ δὲ πάντα ἔλαβε καὶ πάντων αὐτὸν ἐγύμνωσεν, ὁ δὲ τὴν αὐτὴν εὔνοιαν πρὸς τὸν Θεὸν διετήρησε, τότε λοιπὸν ἐνεφράγη τὸ ἀναίσχυτον αὐτοῦ στόμα, καὶ οὐκέτι οὐδὲν ἔσχεν εἰπεῖν· λαμπρότερος γὰρ ἢ ἀπὸ τῶν προτέρων ὁ δίκαιος ἦν. Τοῦ γὰρ ἐν πλούτῳ ζῶντα ποιεῖν ἐλεημοσύνην τὸ πάντα ἀφαρπαγέντα γενναίως ἐνεγκεῖν καὶ μετ'