κήρυγμα· οὕτω γὰρ αὐτοῦ δια μνημονεύει καὶ ὁ προφήτης Ἡσαΐας, λέγων· "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ." Μεγάλη γὰρ ὄντως ἀνεφώνησε σάλπιγξ, ἡ διά γε τῶν ἁγίων ἀποστόλων, οὐκ ἀθετοῦσα τὴν πρώτην, συνεισδεχομένη δὲ καὶ αὐτήν· διὰ γὰρ νό μου καὶ προφητῶν, ἐμπεδοῦσιν ἀεὶ τὸν ἐπὶ Χριστῷ λόγον, μαρτυρίαις χρώμενοι ταῖς ἀρχαιοτέραις. Οὐκ οῦν δύο μὲν αἱ σάλπιγγες, ἀργυραῖ δὲ καὶ ἐλαταί· τοῦ μὲν ἀργύρου κατασημαίνοντος τὴν φαιδρότητα, λαμπρὸς γάρ ἐστιν ὁ παρὰ Θεοῦ λόγος· τοῦ γε μὴν ἐλάσματος ὑποφαίνοντος, ὅτι προβήσονται καὶ προ κόψουσιν αἱ ἱεραί τε καὶ θεῖαι σάλπιγγες, ἤγουν τὸ νέον τε καὶ ἀρχαῖον κήρυγμα· προκόπτει γὰρ ἀεί πως τὸ ἐλαυνόμενον, καὶ εἰς εὖρός τε καὶ μῆκος ἐκτείνεται· ἔμελλον δὲ προκόπτειν, ἐπιλάμψαντος τοῦ Χριστοῦ· ὁ μὲν παλαιὸς νόμος, εἰς θεωρίαν πνευματικήν· τὸ δὲ κήρυγμα τὸ εὐαγγελικὸν, εἰς τὸ πάσης κατευρυνθήσεσθαι τῆς ὑπ' οὐρανόν. Πλὴν τοῖς ἱερεῦσιν ὁ νόμος ἐδίδου τὸ χρῆναι ταῖς σάλπιγξι δια τάττειν τοὺς λαούς· δέδοται γὰρ παρὰ Χριστοῦ τὸ δια κηρύττειν αὐτὸν καὶ τὰ αὐτοῦ θεσπίσματα, τοῖς τῶν νέων κηρυγμάτων ἱερουργοῖς, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀποστόλοις. Ὅτι δὲ ἔμελλεν εἰς αὔξησιν ὥσπερ ἀνα πηδᾷν, βραχὺς ὢν ἐν ἀρχαῖς τῶν εὐαγγελικῶν κηρυ γμάτων ὁ λόγος, ἀταλαίπωρον ἰδεῖν, προηγορευκότος Θεοῦ διὰ φωνῆς Ἡσαΐου περὶ αὐτοῦ, ὅτι "Ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσης." Θαλάσσης γὰρ δίκην ἐκκέχυται πανταχοῦ τὸ σωτήριον κήρυγμα, καὶ παν σθενεστάτην ἔχει τὴν ἐμβολήν· καὶ τοῦτο πάλιν ἡμῖν διασαφεῖ λέγων ὁ τῶν ὅλων Θεὸς, διὰ προφήτου φωνῆς· "Καὶ κυλισθήσεται ὡς ὕδωρ, κρῖμα· καὶ δικαιοσύνη, ὡς χείμαῤῥος ἄβατος." Κρῖμα μὲν γὰρ καὶ δικαιοσύνην, τὸ εὐαγγελικὸν ὀνομάζει κήρυ γμα· οὕτω γε μὴν αὐτὸ κατακυλισθήσεσθαι διεβεβαιοῦτο τῆς ὑπ' οὐρανὸν, ὡς ὕδωρ καὶ χειμάῤῥουν, οὗ τὰς ὁρμὰς ἐγκόψειεν ἂν οὐδεὶς καταχεομένου λαύρως. 9Ὁμοία ἐστὶ ζύμῃ, κ.τ.λ.9 (A f. 194 b, B f. 135) Ὁ αὐτὸς δ' ἂν γένοιτο λό γος, καὶ περὶ τοῦ ζύμῃ παραβεβλῆσθαι τὴν βασι λείαν τοῦ Θεοῦ· μικρὰ μὲν γὰρ ἡ ζύμη, πλὴν τοῦ παντὸς φυράματος ἀμελητὶ καταδράττεται, καὶ τὴν ἰδίαν αὐτῷ ποιότητα καταμίσγει γοργῶς. Τοιοῦτόν τι καὶ ἐν ἡμῖν ὁ θεῖος ἐργάζεται λόγος· γεγονὼς 72.776 γὰρ ἐν ἡμῖν, ἁγίους καὶ ἀμώμους ἀποτελεῖ· καὶ εἰς νοῦν καὶ καρδίαν εἰσδεδυκὼς, πνευματικοὺς ἀπο φαίνει· ἵν' ὡς ὁ Παῦλός φησι, ὁλόκληρον ἡμῶν τὸ πνεῦμα, καὶ τὸ σῶμα, καὶ ψυχὴ ἀμέμπτως τηρη θείη ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Ὅτι γὰρ ἐν τῷ βάθει τῆς διανοίας ἡμῶν ὁ θεῖος εἰσχεῖται λόγος, σαφηνιεῖ λέγων ὁ τῶν ὅλων Θεὸς δι' ἑνὸς τῶν προφητῶν· "Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, διδοὺς νόμους μου· εἰς τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς." Οὐκοῦν εἰς νοῦν καὶ καρδίαν, τὴν νοητὴν καὶ θείαν δεχώμεθα ζύμην, ἵνα διὰ τῆς οὕτω σεπτῆς καὶ ἁγίας ζύμης ἄζυμοι νοητῶς εὑρισκώμεθα. Εἰσδύνουσα γὰρ εἰς νοῦν τῆς εὐαγγελικῆς παιδεύσεως ἡ ζωοποιὸς ἐνέργεια, ψυχήν τε, καὶ σῶμα, καὶ πνεῦμα πρὸς τὴν ἰδίαν ὥσπερ ποιότητα μεταστοιχειοῖ. 9Εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σωζόμε νοι; Ὁ δὲ εἶπε πρὸς αὐτούς· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, κ.τ.λ.9 (A f. 195 b, B f. 135, δ φ. 55) ∆οκεῖ πως ἡ ἀπό κρισις ἔξω φέρεσθαι σκοποῦ τοῦ ἐρωτήσαντος. Ὁ μὲν γὰρ ἠξίου μαθεῖν, εἰ ὀλίγοι οἱ σωζόμενοι· ὁ δὲ τὴν τοῦ δύνασθαι δικαιωθῆναι τρίβον ἐξηγεῖτο, λέγων· "Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης." Τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; Ἔθος ἦν τῷ πάντων Σωτῆρι Χριστῷ, τοῖς ἐρωτῶσιν αὐτὸν ὑπαντᾷν, οὐχὶ πάντως κατὰ τὸ αὐτοῖς δοκοῦν, ἀλλ' εἰς τὸ χρήσιμόν τε καὶ ἀναγκαῖον τοῖς ἀκροωμένοις ὁρᾷν. Ἔδρα δὲ τοῦτο μάλιστα, ὅτε τις ἠξίου μαθεῖν τι τῶν ὅσα πε ριττά ἐστι καὶ ἀνόνητα. Τί γὰρ ἔδει φιλοπευστεῖν, πότερόν ποτε πολλοί τινες εἶεν ἢ ὀλίγοι οἱ