106
Ἀττική· κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Ἐπιμηθεὺς καὶ Ἄτλας καὶ ὁ διφυὴς Κέκροψ καὶ10.11.21 ἡ Ἰώ· κατὰ δὲ Κροτωπὸν ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις καὶ ἡ ἐπὶ ∆ευκαλίωνος ἐπομβρία· κατὰ δὲ Σθενέλαον ἥ τε Ἀμφικτύονος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον ∆αναοῦ παρουσία καὶ ἡ ὑπὸ ∆αρδάνου τῆς ∆αρδανίας κτίσις 10.11.22 ἥ τε ἐκ Φοινίκης τῆς Εὐρώπης εἰς τὴν Κρήτην ἀνακομιδή· κατὰ δὲ Λυγκέα τῆς Κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις καὶ ἡ Τριπτολέμου γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μίνωός τε βασι10.11.23 λεία· κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος· κατὰ δὲ Ἀκρίσιον Πέλοπος ἀπὸ Φρυγίας διάβασις καὶ Ἴωνος εἰς τὰς Ἀθήνας ἄφιξιςκαὶ ὁ δεύτερος Κέκροψ αἵ τε Περσέως πράξεις· κατὰ δὲ τὴν Ἀγαμέμνονος βασιλείαν Ἴλιον ἑάλω. 10.11.24 Οὐκοῦν πέφηνεν ὁ Μωσῆς ἀπό γε τῶν προειρημένων πρεσβύτατος ἡρώων, πόλεων, δαιμόνων. καὶ χρὴ τῷ πρεσβεύοντι κατὰ τὴν ἡλικίαν πιστεύειν ἤπερ τοῖς ἀπὸ πηγῆς ἀρυσαμένοις Ἕλλησιν οὐ κατ' ἐπίγνωσιν τἀκείνου δόγματα. 10.11.25 πολλοὶ γὰρ οἱ κατ' αὐτοὺς σοφισταὶ κεχρημένοι περιεργίᾳ, οἳ ὅσα παρὰ τῶν κατὰ Μωσέα καὶ τῶν ὁμοίως αὐτῷ φιλοσοφούντων ἔγνωσαν, παραχαράττειν ἐπειράθησαν, πρῶτον μὲν ἵνα τι λέγειν ἴδιον νομισθῶσι, δεύτερον δ' ὅπως τὰ ὅσα μὴ συνίεσαν, διά τινος ἐπιπλάστου ῥητολογίας παρακαλύπτοντες ὡς μυθολογίαν τὴν ἀλήθειαν παραβραβεύσωσι. 10.11.26 Περὶ μὲν οὖν τῆς καθ' ἡμᾶς πολιτείας ἱστορίας τε τῆς κατὰ τοὺς ἡμετέρους νόμους ὅσα τε εἰρήκασιν οἱ παρὰ τοῖς Ἕλλησι λόγιοι καὶ πόσοι καὶ τίνες εἰσὶν οἱ μνημονεύσαντες, ἐν τῷ πρὸς τοὺς ἀποφηναμένους τὰ περὶ θεοῦ δειχθή10.11.27 σεται· τὸ δὲ νῦν ἔχον, σπευστέον μετὰ πάσης ἀκριβείας σαφηνίζειν ὡς οὐχ Ὁμήρου μόνον πρεσβύτερός ἐστιν ὁ Μωσῆς, ἔτι δὲ καὶ τῶν πρὸ αὐτοῦ συγγραφέων, Λίνου, Φιλάμμωνος, Θαμύριδος, Ἀμφίονος, Ὀρφέως, Μουσαίου, ∆ημοδόκου, Φημίου, Σιβύλλης, Ἐπιμενίδου τοῦ Κρητός, ὅστις εἰς τὴν Σπάρτην ἀφίκετο, Ἀρισταίου τοῦ Προκοννησίου καὶ τοῦ τὰ Ἀριμάσπια συγγράψαντος Ἀσβόλου τε τοῦ Κενταύρου καὶ Ἰσάτιδος ∆ρύμωνός τε καὶ Εὔκλου τοῦ 10.11.28 Κυπρίου καὶ Ὥρου τοῦ Σαμίου καὶ Προναπίδου τοῦ Ἀθηναίου. Λίνος μὲν γὰρ Ἡρακλέους ἐστὶ διδάσκαλος, ὁ δὲ Ἡρακλῆς μιᾷ τῶν Τρωϊκῶν προγενέστερος πέφηνε γενεᾷ. τοῦτο δέ ἐστι φανερὸν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Τληπολέμου, 10.11.29 τοῦ στρατεύσαντος ἐπὶ Ἴλιον. Ὀρφεὺς δὲ κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γέγονεν, ἄλλως τε καὶ τὰ εἰς αὐτὸν ἐπεισφερόμενά φασιν ὑπὸ Ὀνομακρίτου τοῦ Ἀθηναίου συντετάχθαι, γενομένου κατὰ τὴν Πεισιστρατιδῶν ἀρχήν, 10.11.30 περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα. τοῦ δ' Ὀρφέως Μουσαῖος μαθητής. Ἀμφίων δὲ δυσὶ προάγων γενεαῖς τῶν Τρωϊκῶν τοῦ πλείονα πρὸς τοὺς φιλομαθεῖς συντάττειν ἡμᾶς ἀπείργει. ∆ημόδοκος δὲ καὶ Φήμιος κατ' αὐτὸν τὸν Τρωϊκὸν πόλεμον γεγόνασι· διέτριβον γὰρ ὁ μὲν παρὰ τοῖς μνηστῆρσιν, ὁ δὲ παρὰ τοῖς Φαίαξι. καὶ ὁ Θάμυρις καὶ ὁ Φιλάμμων οὐ πολὺ τούτων εἰσὶν ἀρχαιότεροι. 10.11.31 περὶ μὲν οὖν τῆς καθ' ἕκαστον λόγον πραγματείας χρόνων τε καὶ ἀναγραφῆς αὐτῶν, ὡς οἶμαι, σφόδρα μετὰ πάσης ὑμῖν ἀκριβείας ἀνεγράψαμεν· ἵνα δὲ καὶ τὸ μέχρι νῦν ἐνδέον ἀποπληρώσωμεν, ἔτι καὶ περὶ τῶν νομιζομένων σοφῶν ποιή10.11.32 σομαι τὴν ἀπόδειξιν. Μίνως μὲν γάρ, ὁ πάσης προὔχειν νομισθεὶς σοφίας ἀγχινοίας τε καὶ νομοθεσίας, ἐπὶ Λυγκέως τοῦ μετὰ ∆αναὸν βασιλεύσαντος γέγονεν, ἑνδεκάτῃ γενεᾷ μετὰ Ἴναχον. Λυκοῦργος δέ, πολὺ μετὰ τὴν Ἰλίου γεννηθεὶς ἅλωσιν, πρὸ τῶν Ὀλυμπιάδων ἔτεσιν ἑκατὸν νομοθετεῖ Λακεδαιμονίοις. 10.11.33 ∆ράκων δὲ περὶ Ὀλυμπιάδα τριακοστὴν καὶ ἐνάτην εὑρίσκεται γεγονώς· Σόλων περὶ τεσσαρακοστὴν καὶ ἕκτην· Πυθαγόρας κατὰ τὴν ἑξηκοστὴν δευτέραν· τὰς δὲ Ὀλυμπιάδας ὕστερον τῶν Ἰλιακῶν ἔτεσιν ἀπεδείξαμεν γεγονυίας 10.11.34 τετρακοσίοις ἑπτά. καὶ δὴ τούτων οὕτως ἀποδεδειγμένων διὰ βραχέων ἔτι καὶ