1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

106

εὐχαριστίας, πολλῷ μεῖζόν ἐστι. Τὸ μὲν γὰρ ἐξ οὐρίας φερομένων τῶν πραγμάτων εὐχαριστεῖν τῷ Θεῷ, θαυμαστὸν οὐδέν· ὅταν δὲ πολὺ τὸ κλυδώνιον ᾖ, καὶ τὸ σκάφος περιτρέπηται καὶ κινδυνεύῃ, τότε ἐστὶν ἡ πολλὴ τῆς ὑπομονῆς καὶ τῆς εὐγνωμοσύνης ἐπίδειξις. Εἰ γὰρ οἱ μυρία συνειδότες ἑαυτοῖς κακὰ, ἂν ὀλίγον χρυσίον ἀπολέσωσι, καὶ τοῦτο πολλάκις ἐξ ἁρπαγῆς ἔχοντες, ἀβίωτον τὸν βίον εἶναι νομίζουσι· πόσων οὐκ ἂν εἴη στεφάνων ἄξιος ὁ Ἰὼβ, τὰ ἐκ δικαίων συλλεγέντα ὁρῶν ἁπλῶς καὶ ὡς ἔτυχεν ἁρπαζόμενα, καὶ μετὰ πάντα ἐκεῖνα μυρίας ὑπομένων πειρασμῶν νιφάδας, καὶ διὰ πάντων ἀκίνητος μένων, καὶ τὴν προσήκουσαν περὶ τούτων ἀναφέρων τῷ ∆εσπότῃ εὐχαριστίαν; Ἂν μὲν γὰρ μηδὲν τῶν ἄλλων μηδεὶς εἴπῃ, τὰ τῆς γυναικὸς μόνον ῥήματα καὶ πέτραν ἦν ἱκανὰ διασαλεῦσαι. Εἰ γὰρ ἐν εὐθυμίᾳ ὄντας καὶ μηδὲν πάσχοντας ἀηδὲς πολλοὺς πολλάκις ἔπεισαν αἱ γυναῖκες· ἐννόησον πῶς ἦν νεανικὴ ψυχὴ ἡ μετὰ τοσούτων ὅπλων αὐτὴν ἀποκρουσαμένη. Ὅταν γὰρ γυνὴ ᾖ, καὶ ἐλεεινὰ λέγῃ καὶ τὸν καιρὸν ἔχῃ συμπράττοντα, καὶ τὰ τραύματα καὶ τοὺς μώλωπας καὶ μυρία κύματα τῶν λογισμῶν· πῶς οὐκ ἄν τις δικαίως ἀδάμαντος παντὸς στεῤῥοτέραν τὴν οὐδὲν ὑπὸ τοσούτου χειμῶνος παθοῦσαν ψυχὴν ἀποφήνηται; ∆ότε μοι μετὰ παῤῥησίας εἰπεῖν ὅτι καὶ τῶν ἀποστόλων, εἰ μὴ μείζων, ἀλλ' οὐκ ἐλάττων ὁ μακάριος ἐκεῖνος ἦν. Τοὺς μὲν γὰρ τὸ διὰ τὸν Χριστὸν ταῦτα πάσχειν παρεμυθεῖτο· ἐκεῖνος δὲ καὶ ταύτης ἔρημος ἦν τῆς παραμυθίας· καὶ τὸ δὴ μεῖζον, ὅτι ἐν πολλῇ τρυφῇ τραφεὶς, οὐκ ἐξ ἁλιέων καὶ τελωνῶν καὶ τῶν εὐτελῶς βεβιωκότων, ἀλλὰ τοσαύτης ἀπολελαυκὼς τῆς τιμῆς ἔπασχεν ἅπαντα. Καὶ ὃ φορτικώτατον ἐπὶ τῶν ἀποστόλων εἶναι ἐδόκει, αὐτὸς ὑπέμεινε, παρὰ φίλων καὶ οἰκετῶν καὶ τῶν εὖ πεπονθότων, οὐ παρὰ τῶν ἐχθρῶν ὀνειδιζόμενος καὶ μισούμενος. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, φέρε λοιπὸν κατορθωμάτων καὶ παθημάτων ποιησώμεθα σύγκρισιν, ἵνα μάθητε σαφῶς, ὅτι οὐ κατορθώμασι μόνον, ἀλλὰ καὶ παθήμασιν ἀμοιβαὶ κεῖνται, καὶ ἀμοιβαὶ σφόδρα μεγάλαι, καὶ κατορθώμασιν οὐκ ἐλάττους. Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, αὐτὸν τοῦτον τὸν μέγαν ὑπομονῆς ἀθλητὴν Ἰὼβ, τὸν ἑκατέρωθεν λάμψαντα τούτοις, καὶ ἴδωμεν συγκρίναντες πότε λαμπρότερος ἦν, ὅτε τὴν οἰκίαν αὐτοῦ πᾶσι τοῖς παροῦσιν ἀνέῳξεν, ἢ ὅτε κατενεχθείσης αὐτῆς οὐδὲν ἐφθέγξατο ῥῆμα πικρὸν, ἀλλ' εὐφήμησε τὸν Θεόν; Πότε φαιδρότερος ἦν, εἰπέ μοι, ὅτε ἔθυεν ὑπὲρ τῶν παίδων καὶ πρὸς ὁμόνοιαν αὐτοὺς ἦγεν, ἢ ὅτε καταχωσθέντων καὶ τῷ πικροτάτῳ τρόπῳ τῆς τελευτῆς καταλυσάντων τὸν βίον, μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν; Πότε μᾶλλον ἐξέλαμψεν, ὅτε ἀπὸ τῆς κουρᾶς τῶν ἀρνῶν αὐτοῦ ἐθερμάνθησαν τῶν γυμνῶν οἱ ὦμοι, ἢ ὅτε ἀκούσας, ὅτι πῦρ ἐξ οὐρανοῦ ἔπεσε καὶ κατέφαγε τὴν ἀγέλην μετὰ τῶν ποιμένων, οὐ διεθορυβήθη οὐδὲ ἐταράχθη, ἀλλὰ πράως ἤνεγκε τὴν συμφοράν; Πότε μείζων ἦν 63.704 ὅτε τῇ ὑγείᾳ τοῦ σώματος πρὸς τὴν τῶν ἀδικουμένων ἐκέχρητο προστασίαν, συντρίβων τὰς μύλας τῶν ἀδίκων, καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἐξαρπάζων ἁρπάγματα· ἢ ὅτε τὸ σῶμα τοῦτο αὐτὸ τὸ τῶν ἀδικουμένων ὅπλον ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων, καὶ καθήμενος ἐπὶ τῆς κοπρίας αὐτὸς αὐτὸ κατέξαινε λαβὼν ὄστρακον; Τήκω γὰρ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων, φησί. Καίτοι ἐκεῖνα μὲν πάντα κατορθώματα, ταῦτα δὲ παθήματα ἦν· ἀλλ' ὅμως ταῦτα αὐτὸν λαμπρότερον ἐκείνων ἀπέφηνεν. Ἐκείνων μὲν γὰρ γινομένων, εἰ καὶ ἀναισχύντως σφόδρα καὶ ἰταμῶς, ἀλλ' ὅμως ἀντεῖπεν ὁ διάβολος λέγων· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; τούτων δὲ συμβαινόντων ἐγκαλυψάμενος ἀνεχώρησε νῶτα δοὺς, καὶ οὐδὲ ἀναισχύντου τινὸς ἀντιλογίας σκιὰν γοῦν ἔχων προβαλέσθαι. Τοιγαροῦν, ὅταν ἴδῃς ἄνδρα δίκαιον μεγάλα κατορθοῦντα καὶ μυρία πάσχοντα δεινὰ, μὴ θαυμάσῃς· τοὐναντίον γὰρ ἔδει θαυμάζειν, εἰ πολλὰς λαμβάνων ὁ διάβολος πληγὰς ἔμελλεν ἡσυχάζειν, καὶ πράως φέρειν τὰ τραύματα. Οὐδὲ γὰρ, εἰ ὄφις κεντούμενος συνεχῶς ἀγριαίνοι, καὶ ἐφάλλοιτο τῷ κεντοῦντι, θαυμάζειν χρή·