δὲ καὶ ἐν ταῖς συναγωγαῖς τῶν Μωϋσέως βιβλίων, οὐ τὰ ἑαυτοῦ γεγραφότος μᾶλλον, ἑρμηνεύοντος δὲ τὰ παρὰ τοῦ Θεοῦ· προανετίθει γὰρ ἀεὶ τῆς ἑαυτοῦ φωνῆς τό· "Τάδε λέγει Κύριος." Ἀλλ' οὐκ ἀρκεῖ πρὸς δικαίωσιν ἡ δι' αἱμάτων λατρεία· οὐδ' ἂν ἀπονίψαιτό τις μολυ σμοὺς, ἀκροατὴς μὲν τῶν θείων γενόμενος νόμων, πεπραχὼς δὲ οὐδὲν τῶν κεκελευσμένων· καὶ ἑτέρως δὲ τὴν πίστιν οὐ προσηκάμενοι τὴν δικαιοῦσαν τὸν ἀσεβῆ, οὐδὲ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ἀκολου θήσαντες, δι' ὧν ἦν δύνασθαι τὴν εὐφυᾶ καὶ ἐξειλεγ μένην ἐξασκῆσαι ζωὴν, πῶς ἂν εἰσελάσειαν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ; Ἐπαριθμήσεις τοῖς ὠνομασμέ νοις καὶ ἑτέρους τινὰς δυναμένους εἰπεῖν ἔσθ' ὅτε τῷ πάντων Κριτῇ· Ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας. Καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν; Πολλοὶ πεπιστεύκασιν εἰς Χριστὸν, καὶ τὰς ἁγίας ἐπ' αὐτῷ τελοῦσιν ἑορτὰς, φοιτῶντες δὲ καὶ ἐν ἐκκλησίαις, τῶν εὐαγγελικῶν ἀκροῶνται παιδευμά των· ἀποτίθενται δὲ εἰς νοῦν τῶν γεγραμμένων οὐ δέν· ἀλλὰ καὶ πνευματικῆς εὐκαρπίας γυμνὴν ἔχουσι τὴν καρδίαν· κλαύσονται οὖν καὶ οὗτοι πικρῶς, καὶ βρύξουσι τοὺς ὀδόντας; ἀρνήσεται γὰρ καὶ αὐτοὺς ὁ Κύριος. Ἔφη γοῦν· "Οὐ πᾶς ὁ λέγων μοι, Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρα νοῖς." 9Ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, κ.τ.λ.9 (A f. 198, B f. 136) Πολλοὶ συνελεύσονται τοῖς ἁγίοις, αὐτοὶ δὲ ἐξωσθήσονται· καὶ τὴν πρώτην ἐσχη κότες τάξιν, τὴν δευτέραν ἕξουσι τότε, προτεταγμέ νων ἑτέρων· ὃ καὶ γέγονε· προτετίμηνται γὰρ τὰ ἔθνη τῆς Ἰουδαίων ἀγέλης· εἰ καὶ περὶ πολλῶν ἑτέ ρων καὶ ἀδιορίστως τοῦτο εἴρηται. Ἔσονται οἱ ἐξ ἐθνῶν πιστοὶ πρῶτοι, οἱ δοκοῦντες ἔσχατοι νῦν, ὡς ἔσχατοι τὸν Θεὸν ἐπιγνόντες· ἔσονται δὲ τότε πρῶτοι διὰ τὴν εἰλικρινῆ πίστιν αὐτῶν· οἱ δὲ ἄπιστοι Ἰου δαῖοι, οἳ δοκοῦσι μὲν πρῶτοι νῦν, ὡς πρῶτοι τὸν Θεὸν ἐπιγνόντες (υἱὸς γὰρ, φησὶ, πρωτότοκός μου Ἰσ ραὴλ), ἔσονται τότε ἔσχατοι διὰ τὴν ἀπιστίαν αὐτῶν. Νοεῖται δὲ ὁ λόγος καὶ περὶ τῶν πιστῶν τῶν δοκούν των μὲν εἶναι ἐσχάτων ἐν τῷ παρόντι βίῳ, ἐσομένων δὲ πρώτων ἐν τῷ μέλλοντι αἰῶνι, καὶ αὖθις ἐναλλάξ. (A f. 198) Ὅτι δὲ ἔμελλον Ἰουδαῖοι τῆς πρὸς αὐτὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, ὁλοτρό πως ἀπολισθεῖν, ἀντεισενεχθήσεσθαι δὲ τῶν ἐθνῶν ἡ πληθὺς, διέδειξεν εἰπών· "Ὅτι ἐξ ἠοῦς καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ νότου κεκλημένοι πολλοὶ συναναπαύ σονται τοῖς ἁγίοις." Αὐτοί γε μὴν ἐξωσθήσονται· [οὗτοι δὲ] ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. (A f. 198 b) Καὶ πρῶτον μὲν καιρὸν λογιούμεθα, ὡς εἴρηται, καθ' ὃν ἦν ἐν παραδείσῳ Ἀδάμ. ∆εύτε 72.781 ρον, ὡς ἐν ὥρᾳ τρίτῃ δηλούμενον, καθ' ὃν ἦν Νῶε. Τρίτον, ὡς ἐν ἕκτῃ, καθ' ὃν ἦν Ἀβραάμ. Τέταρτον, ὡς ἐν ἐννάτῃ, καθ' ὃν ἦν Μωϋσῆς καὶ οἱ προφῆται. Περὶ δὲ τὴν ἑνδεκάτην, τουτέστιν ἐν τῷ πέμπτῳ και ρῷ, συστελλομένης ἤδη τῆς ἡμέρας, ἤγουν τοῦ παρ όντος αἰῶνος, ἐμισθώσατο τὰ ἔθνη ὁ Χριστὸς, κεκλη μένα πρὸς ἐπίγνωσιν, παρ' οὐδενὸς ἑτέρου. 9Προσῆλθόν τινες Φαρισαῖοι λέγοντες· Ἔξελθε, καὶ πορεύου ἐντεῦθεν.9 (B f. 136 b, δ φ. 55 b) Οὐκ ἤθελον ὑπὸ βασκανίας οἱ Φαρισαῖοι τὸν Χριστὸν ἐνδημεῖν τοῖς Ἱεροσολύ μοις, ἵνα μὴ ταῖς θεοσημείαις καὶ ταῖς ὑπὲρ νόμον μυσταγωγίαις πρὸς τὴν αὐτοῦ πίστιν σαγηνεύσῃ πολλούς. Ἐπειδὴ δὲ Θεὸς ὢν οὐκ ἠγνόει τοὺς αὐτῶν διαλογισμοὺς, ὑπαπαντᾷ πράως τε καὶ ἐπεσκιασμέ νως, ὡς ἔθος αὐτῷ. "Εἴπατε γὰρ, φησὶ, τῇ ἀλώπεκι ταύτῃ."(A f. 198 b) Πρόσχες ἀκριβῶς τῇ τοῦ λό γου δυνάμει. ∆οκεῖ μὲν γάρ πως τετράφθαι καὶ βλέπειν εἰς τὸ Ἡρώδου πρόσωπον τὸ εἰρημένον, ὥς τινες ἐνόμισαν· ἔρχεται δὲ μᾶλλον κατὰ τῆς τοῦ Φαρισαίου σκαιότητος. Καίτοι γὰρ δυνάμενος εἰ πεῖν· Εἰπὲ τυχὸν τῇ ἀλώπεκι ἐκείνῃ, τοῦτο μὲν παρ ίησιν· εὐφυέστατα δὲ μέσῃ τινὸς χρώμενος φωνῇ, μονονουχὶ κατέδειξεν ἐγγὺς ὄντα Φαρισαῖον, εἰπὼν, "τῇ ἀλώπεκι ταύτῃ." Τῇ ἀλώπεκι δὲ παρεικάζει τὸν