108
καὶ ἡ ὑπὸ ∆αρδάνου τῆς ∆αρδανίας κτίσις, ὃν «πρῶτον» φησὶν Ὅμηρος «τέκετο νεφεληγε10.12.13 ρέτα Ζεύς», ἥ τε ἐκ Κρήτης εἰς Φοινίκην ἀνακομιδή· κατὰ δὲ Λυγκέα τῆς κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις καὶ ἡ Τριπτολέμου γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μίνωός τε βασιλεία· κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος· κατὰ δὲ Ἀκρίσιον Πέλοπος ἀπὸ Φρυγίας διάβασις καὶ Ἴωνος εἰς Ἀθήνας ἄφιξις καὶ ὁ δεύτερος Κέκροψ 10.12.14 αἵ τε Περσέως καὶ ∆ιονύσου πράξεις Ὀρφεύς τε καὶ Μουσαῖος· κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, ∆ημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῷ πρώτῳ ἔτει, Θαργηλιῶνος μηνὸς δευ10.12.15 τέρᾳ ἐπὶ δέκα, ὥς φησι ∆ιονύσιος ὁ Ἀργεῖος· Ἄγις δὲ καὶ ∆ερκύλος ἐν τῇ τρίτῃ, μηνὸς Πανέμου ὀγδόῃ φθίνοντος· Ἑλλάνικος δωδεκάτῃ Θαργηλιῶνος καί τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόῃ φθίνοντος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνης· νὺξ μὲν ἔην φησὶν ὁ τὴν Μικρὰν Ἰλιάδα πεποιηκώς μεσάτα, λαμπρὰ δ' ἐπέτελλε σελάνα· 10.12.16 ἕτεροι Σκιροφοριῶνος τῇ αὐτῇ ἡμέρᾳ. Θησεὺς δὲ Ἡρακλέους ζηλωτὴς ὢν πρεσβύτερός ἐστι τῶν Τρωϊκῶν μιᾷ γενεᾷ· τοῦ γοῦν Τληπολέμου, ὃς ἦν υἱὸς 10.12.17 Ἡρακλέους, Ὅμηρος μέμνηται ἐπὶ Ἴλιον στρατεύσαντος. προτερεῖνἄρα Μωσῆς ἀποδείκνυται τῆς μὲν ∆ιονύσου ἀποθεώσεως ἔτη ἑξακόσια τέσσαρα, εἴ γε τῆς Περσέως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἐκθεοῦται, 10.12.18 ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς. ἀπὸ δὲ ∆ιονύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ Ἰάσονα ἀριστεῖς, τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας, συνάγεται ἔτη ἑξήκοντα τρία· Ἀσκληπιός τε καὶ ∆ιόσκουροι συνέπλεον αὐτοῖς, ὡς μαρτυρεῖ 10.12.19 ὁ Ῥόδιος Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς. ἀπὸ δὲ τῆς Ἡρακλέουἐν Ἄργει βασιλείας ἐπὶ τὴν Ἡρακλέους αὐτοῦ καὶ Ἀσκληπιοῦ ἀποθέωσινἔτη συνάγεται τριάκοντα ὀκτὼ κατὰ τὸν χρονογράφον Ἀπολλόδωρον. ἐντεῦθεν δὲ ἐπὶ τὴν Κάστορος καὶ Πολυδεύκους ἀποθέωσιν ἔτη πεντήκοντα τρία· ἐν10.12.20 ταῦθά που καὶ ἡ Ἰλίου κατάληψις. εἰ δὲ χρὴ πείθεσθαι καὶ Ἡσιόδῳ τῷ ποιητῇ, ἀκούσωμεν αὐτοῦ· Ζηνὶ δ' ἄρ' Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν, κήρυκ' ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα. Καδμείη δ' ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν μιχθεῖσ' ἐν φιλότητι, ∆ιώνυσον πολυγηθῆ. 10.12.21 Κάδμος μὲν ὁ Σεμέλης πατὴρ ἐπὶ Λυγκέως εἰς Θήβας ἔρχεται καὶ τῶν Ἑλληνικῶν γραμμάτων εὑρετὴς γίνεται. Τριόπας δὲ συγχρονεῖ Ἴσιδι 10.12.22 ἑβδόμῃ γενεᾷ ἀπὸ Ἰνάχου· εἰσὶ δὲ οἳ τὴν Ἶσιν Ἰώ φασι, διὰ τὸ ἰέναιαὐτὴν διὰ πάσης τῆς γῆς πλανωμένην. ταύτην δ' Ἴστρος ἐν τῷ Περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησί. Προμηθεὺς δὲ κατὰ Τριόπαν, ἑβδόμῃ γενεᾷ μετὰ Μωσέα· ὥστε καὶ πρὸ τῆς καθ' Ἕλληνας ἀνθρωπογονίας 10.12.23 ὁ Μωσῆς. Λέων δὲ ὁ τὰ περὶ τῶν κατ' Αἴγυπτον θεῶν πραγματευσάμενος τὴν Ἶσιν ὑπὸ Ἑλλήνων ∆ήμητραν καλεῖσθαί φησιν, ἣ κατὰ Λυγκέα 10.12.24 γίνεται ἑνδεκάτῃ ὕστερον Μωσέως γενεᾷ. Ἆπίς τε ὁ Ἄργους βασιλεὺς Μέμφιν οἰκίζει, ὥς φησιν Ἀρίστιππος ἐν πρώτῃ Ἀρκαδικῶν· τοῦτον δὲ Ἀρστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν, καὶ τοῦτον εἶναι ὃν Αἰγύ10.12.25 πτιοι σέβουσι. Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας τὸν Ἆπιν τὸν ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι ἐν τῷ ναῷ τοῦ τιμωμένου δαίμονος, κἀντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάρα10.12.26 πιν ὕστερον· Ἆπις δὲ τρίτος ἀπὸ Ἰνάχου. ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν γίνεται· Λητὼ γὰρ ἥλκησε ∆ιὸς κυδρὴν παράκοιτιν. 10.12.27 Τιτυὸς δὲ συνεχρόνισε Ταντάλῳ. εἰκότως ἄρα καὶ ὁ Βοιώτιος Πίνδαρος γράφει· ἐν χρόνῳ δὲ γένετ' Ἀπόλλων· καὶ οὐδὲν θαυμαστόν, ὅπου γε καὶ Ἀδμήτῳ θητεύων εὑρίσκεται σὺν καὶ Ἡρα10.12.28 κλεῖ «μέγαν εἰς ἐνιαυτόν». Ζῆθος δὲ καὶ Ἀμφίων, οἱ μουσικῆς εὑρεταί, περὶ τὴν Κάδμου γεγόνασιν ἡλικίαν. κἄν τις ἡμῖν